Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
ΑΡΧΕΛΑΩ ΕΠΙΣΚΟΠΩ ΣΕΛΕΥΚΕΙΑΣ. Τέμνειν ἡ θάλαττα τὰς ἠπείρους ἀμφοτέρας νομίζεται, τὸν μέσον τούτων χῶρον κατέχειν διαταχθεῖσα. Ἂν δέ τις τὸ ἀληθὲς ἐρευνῆσαι θελήσῃ, συνάπτει μᾶλλον ἢ τέμνει τὰ πέρατα· ῥᾳδίαν γὰρ τοῖς ἐμπόροις καὶ ταχεῖαν τῶν ἀναγκαίων ποιεῖσ θαι τὴν κομιδὴν παρέχουσα, τὴν ἀντίπεραν ἤπειρον τρέχειν ἐνταῦθα παρασκευάζει, καὶ ταύτην πρὸς ἐκείνην ὁρμᾶν, καὶ τὴν ὀθόνην ἐκτείνειν, καὶ κινεῖν τὰ πηδάλια. Εἰ δὲ καὶ ἤπειρος ἦν ἡ θάλασσα, τίς ἂν ἴσχυσε τῶν ἐμπόρων, τοσαύτης ὁδοῦ προκειμένης, ἢ τὸ ἐνδέον ἑκάστῃ χώρᾳ φέρειν, ἢ τὸ περιττὸν ἐκφέρειν; Νῦν δὲ αὕτη τὰ νῶτα τοῖς πλεῖν βουλομένοις παρέ χουσα, καὶ τῶν πωλούντων καὶ τῶν ὠνουμένων τὰς χρείας ἀποπληροῖ. Ἐπαινῶ μὲν οὖν καὶ διὰ ταῦτα, ἐπαινῶ δὲ πλέον ὅτι μοι πρόξενος καὶ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων γεγένηται, καὶ διὰ τὴν χρείαν ἡμᾶς τῶν ἀναγκαίων παρ' αὐτὴν καλέσασα, παρεσκεύασε τῇ θειοτάτῃ καὶ πάντων ἐμοὶ φιλτάτῃ προσδιαλεχθῆναι κεφαλῇ. Ἐκείνης μὲν οὖν ἔπαινος ἀληθὴς τὸ τῆς σῆς θεοσεβείας γειτόνημα· λιμὴν γὰρ ὑπάρχεις λιμέ νος, τοὺς ἐν αὐτῷ τῷ λιμένι χειμαζομένους δεχόμενος καὶ τῶν τῆς ἀδικίας ἀπαλλάττων κυμάτων. Τῇ δὲ σῇ ὁσιότητι κόσμος οὐχ ὁ λιμήν, ὁ τὰς τῆς οἰκουμένης ὁλκάδας δεχόμενος, ἀλλὰ τὸ χρῆμα τῆς ἀγάπης τῆς θείας.

Intertext edge

Open linked passage

Note