Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
ΑΝΕΠΙΓΡΑΦΟΣ. Ἐγὼ μὲν καὶ λόγων λαμπρῶν ἄμοιρος καὶ ἔργων ἔρημος ἀγαθῶν. Αὐτὸς δὲ φιλίας νόμους πληροῖς, φίλοις ἐπαίνους ὑφαίνων, καὶ τῇ δυνάμει τῶν λόγων τούτους αἴρων εἰς ὕψος, καὶ δεικνὺς πόσην ἔχουσι ῥώμην οἱ λόγοι, ὅτι καὶ τὰ λίαν σμι κρὰ μεγάλα δεικνύειν ἰσχύουσιν· ὧν τὸ κάλλος καὶ τὸ κράτος πανταχόθεν συναγαγών, τοὺς τούτων προσφέρεις καρπούς, νῦν μὲν ἐν συνουσίαις διαλεγόμενος, νῦν δὲ διὰ γραμμάτων φθεγ γόμενος, καὶ τὴν ἀττικὴν εὐγλωττίαν τιθεὶς ἐν τοῖς γράμμασι, καὶ πλέον τῇ τῶν λόγων ἡδονῇ τοὺς ἐντυγχάνοντας θέλγων ἢ αἱ τοῦ μύθου Σειρῆνες τὸν Ὀδυσσέα ταῖς ᾠδαῖς κατεκήλησαν. Καὶ ταῦτα γράφω πείρᾳ μᾶλλον ἢ φήμῃ πιστεύων· καὶ γὰρ τὰ ὦτα διαλεγομένῳ σοι πολλάκις ὑπέσχον, καὶ νῦν ἐν τοῖς γράμ μασιν ὃν ᾔδειν ἐθεασάμην, καὶ χάριν πολλὴν ὡμολόγησα τῷ αἰδεσιμωτάτῳ Φασγανίῳ, τοιαύτην μοι λόγων εὐωχίαν κομίσαν τι, καὶ εὐγνώμων περὶ τήνδε τὴν εὐεργεσίαν γεγένημαι. Ἃ γὰρ ἐπήγγειλεν ἀσμένως ἐπήκουσα· εἰ δὲ καὶ πέρας ἔλαβε κατα θύμιον, ὅπερ αὐτὸν ἤγαγεν ὡς ἡμᾶς, τῆς αὐτοῦ σπουδῆς ἔργον τοῦτο νομιζέσθω καὶ ἐμμελείας. Ἡ δὲ σὴ ἀρετὴ συχνῶς ἡμῖν γραφέτω καὶ ἡδονὴν προξενείτω.

Intertext edge

Open linked passage

Note