Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1
ΘΕΟΔΟΤΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Ἔστιν ἄρα καὶ παρὰ τῶν ἀδικεῖν ἐπιχειρούντων εὐεργεσίας ἀπόλαυσις μεγίστη, καὶ τούτου μοι γέγονεν ἡ πεῖρα διδάσκα λος· πλείονα γὰρ χρόνον τῇ Ἀντιοχέων ἐνδιατρίψας, τῆς ἀδι κίας χάριν ἐκείνης ἀναγκασθείς, πλουσίως τοῦ τῆς σῆς ὁσιό τητος ἀπέλαυσα μέλιτος, καὶ ἔγνων σαφέστερον ὅσων ἀγαθῶν πρόξενος ἡ τῆς σῆς ὁσιότητος συνουσία. Ἐνίκα γὰρ τὸν κατὰ τῆς ἀδικίας πόνον ἡ τῆς σῆς θέας παραψυχὴ καὶ ἐσύλα τὴν ὀδύνην ἡ τῆς σῆς γλυκύτητος ἡδονή. Ἄληστον τοίνυν τῆς περὶ ἡμᾶς σου φιλοστοργίας... 33..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπει πόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα· συμφρονεῖ γὰρ Θεῷ εὐσε βεῖν βεβουλημένος. Διὰ ταῦτα ἡδόμεθα, διὰ ταῦτα ἑορτὴν τὸν βίον νομίζομεν. Ἀλλ' ὁ πάντων ἐξοχώτατος οὐκ ἐξουσίᾳ μόνον, ἀλλὰ καὶ τῇ περὶ τὸ εὐεργετεῖν σπουδῇ, δὸς ἡμῖν πρώτην χάριν ἐν τούτῳ τῷ θρόνῳ, ἣν πρώην ἐπήγγειλα. Γέγραφα γὰρ ἤδη τῷ ὑμετέρῳ μεγέθει, ἔτι τοῦ βασιλέως ὑπαγορεύοντι τοὺς νόμους, ἱκετεύων ἀπαλλαγῆναι τὸν εὐλαβέστατον καὶ θεοφι λέστατον Ἐυθάλιον τὸν πρεσβύτερον τοῦ τῆς πραιτούρας Τελέσματος, ἄνδρα φιλοσοφίας ἁπάσης μεστὸν τῆς τε ἐν γράμμασι τῆς τε ἐν πράγματι, καὶ βραχέα κεκτημένον, μόλις αὐτῷ καὶ οἰκείοις ἀποχρῶντα. Εἰσπραχθῆναι δὲ τοῦτο τὸ τέλος προσέταξεν αὐτὸν ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξό τατος τῆς πόλεως ὕπαρχος, ἀγνοῶν ὡς οὐκ ἔστι λαμπρότατος, ἀλλὰ πρεσβύτατος ἀνήρ. Καὶ εἰ λαμπρότατος δὲ ἦν ἔτι, ἀπήλ λακτο ἂν τοῦ τοιούτου τέλους, τοῦ τοὺς μεμοριαλίους τετιμη κότος νόμου τοῦτο σαφῶς διαγορεύοντος. Ἀλλὰ δέομαι καὶ πάλιν δέομαι καὶ ἀντιβολῶ. Τιμήσατε φιλοσοφίαν· ὕβρεως τὴν ἱερωσύνην ἀπαλλάξατε· ταύτην ἡμῖν χαρίσασθε τὴν ἀτέλειαν. Ῥᾴδιον δὲ ὑμῖν βουληθεῖσι τοῦτο· τοῖς γὰρ ὑμετέροις νεύμασιν ἀκολουθεῖ τὰ πράγματα. Βουλήσεσθε δὲ εὖ οἶδ' ὅτι, καὶ κοινὰς καὶ ἰδίας χάριτας παρέχειν ἐσπουδακότες.