Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
ΜΑΡΑΝΑ ΣΧΟΛΑΣΤΙΚΩ. Οὐκ οἶδα ὅ τι σε προσείπω, ἄφιλον ἢ μισόπολιν; τὸ μὲν γὰρ ἀληθὲς ἀγνοῶ· δυοῖν δὲ θάτερον ὑπονοεῖν με παρασκευάζει τὸ μηδεμιᾷ τῶν ἑορτῶν πρὸς ἡμᾶς παραγενέσθαι, ἀλλὰ προτιμῆ σαι φιλίας καὶ πατρίδος ἀγρὸν καὶ ζεύγη καὶ σκαπάνας ἢ τοὺς περὶ χρεῶν καὶ ὅρων ζυγομαχοῦντας καὶ παρὰ τὰ ζυγὰ τῆς σῆς θέοντας ψήφου. Ἐγὼ δὲ λίαν ἀσχάλλω ὑπὸ τῶν ἐκγόνων τὴν πατρίδα ὑβριζομένην θεώμενος καὶ περιιδεῖν οὐκ ἀνέξομαι. Ἵνα τοίνυν τοιαύτην φύγῃς γραφήν, κατάλαβε τὴν ἐνεγκοῦσαν καὶ ποίησον λαμπροτέραν τῇ παρουσίᾳ· ἄτοπον γὰρ τὸν μὲν ἀγρὸν τῇ σῇ οἰκήσει φαιδρύνεσθαι, τὴν δὲ πόλιν τῇ σῇ ἀποδημίᾳ σμικρύνεσθαι.