Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
ΝΕΩΝΙ ΑΡΧΟΝΤΙ. Οὗτος ἡγεμονίας ὅρος· αὕτη ἀρχὴ δικαία καὶ συμφέρουσα τοῖς κοινοῖς. Ἡ γὰρ τῶν ἀρχομένων ἐπιμέλεια οὐ τούτους μόνον εὐεργετεῖ, ἀλλὰ καὶ τοὺς τὴν ἀρχὴν ἐγχειρήσαντας ὀνίνησιν ὅτι μάλιστα. Οἱ μὲν γὰρ ἀμέτρως θατέρου μέρους κηδόμενοι ἑκατέρῳ λυμαίνονται· οἱ δὲ τὸ δραστήριον κεραν νύντες ἡμερότητι, καὶ φιλανθρωπίᾳ τῆς πράξεως ἀμβλύνοντες τὸ σφοδρόν, καὶ τὸ μέτρον τιμῶντες, κατὰ τὸν φιλόσοφον ὅρον, οὗτοι καὶ τοὺς εἰσπραττομένους καὶ τοὺς εἰσπράττειν κελεύον τας ἀτεχνῶς εὐεργετοῦσι. Τοῦτο τὴν σὴν οἶδα ποιοῦσαν λαμ πρότητα· ἀγχινοίᾳ γὰρ κυβερνᾷς τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο πατρικῇ μὲν ἡμερότητι χαίρεις, ἠπίοις δὲ λόγοις κεχρημένος, ἀπηνοῦς παντὸς καὶ πῦρ πνέοντος ἄμεινον τῶν εἰσφορῶν τὰς εἰσπράξεις ποιῇ. Αἰσχυνόμενοι γάρ σου τὸ πρᾶον οἱ ἀπαιτού μενοι, τῆς πενίας ἐπιλανθανόμενοι, καὶ τῶν εὐτελῶν ῥακίων γυμνοῦνται. Ἀμέλει καὶ νῦν ἐν τοσαύτῃ σπάνει χρυσίου τῶν ὠνίων ἐῤῥιμμένων, οὐδενὸς οὐχ ὑγροῖς οὐ ξηροῖς προσιόντος καρποῖς, κατὰ πέντε καὶ δέκα καὶ εἴκοσι δανεισάμενοι χρυσί νους, καὶ τοὺς παρ' ἡμῖν ἱδρυμένους ἀποδύσαντες στρατιώτας ἀπέστειλαν τὸ χρυσίον, ὅσον δοθῆναι προσέταξας. Τοσαῦτα δύναται ἡμερότης κεκραμένη συνέσει· ἀληθὲς γὰρ ἀτεχνῶς ἐκεῖνο τὸ τραγικόν, ὅτι· Σοφὸν ἓν βούλευμα πολλὰς χεῖρας νικᾷ... Οὕτω τοίνυν, ὦ ἄριστε, διατελεῖς κυβερνῶν, ἐῤῥῶσθαι πολλὰ τοῖς παροξύνουσι λέγων καὶ τὴν τῶν κοινῶν προμήθειαν πάν των ὁμοῦ προτιμῶν. Οὕτω γὰρ καὶ τὸν τῶν ὅλων θεραπεύσεις Θεὸν καὶ βασιλεῖ τὰς ἐγχειρισθείσας σοι διασώσεις π [όλεις] καὶ τὴν εὔκλειαν τὴν παρὰ πάντων τρυγήσεις.

Intertext edge

Open linked passage

Note