Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
ΙΣΟΚΑΣΙΩ [ΣΟΦΙΣΤ] Η. Τ [ὸν] καλὸν καὶ ἀγαθὸν Γερόντιον, ὃς οἶδε μὲν ἄριστα ξύλα τεκταίνειν, ἔμαθε δὲ παρὰ τῆς τέχνης ζῴων καὶ δένδρων παν τοδαπῶν εἰκόνας ἐνθεῖναι τοῖς ξύλοις, ἔχει δὲ τρόπον νικῶντα κάλλιστον τὴν ἀρετὴν τῆς τέχνης, ἀπέστειλά σου τῇ μεγα λοπρεπείᾳ, κομιδῇ μὲν αὐτοῦ τῆς τέχνης δεόμενος, τὴν ὑμε τέραν δὲ θεραπείαν τῆς ἡμετέρας προτιμήσας χρείας. Μαθὼν γὰρ παρὰ τοῦ λαμπροτάτου Εὐρυκιανοῦ, ὅτι τοῦ ἀνδρὸς εἰς τὴν τῆς οἰκίας ποικιλίαν τὸ μέγεθος δεῖται τὸ σόν, εὐθὺς αὐτὸν πέπομφα τῇ σοφίᾳ τῇ σῇ, ὥστε τοῖς ἀρίστοις τῶν ὁμο τέχνων ἐγχειρίσαι τοὖργον καὶ τὴν ταχίστην ἐπανελθεῖν ὡς ἡμᾶς. Ἐπειδὴ τοίνυν ἐν χερσὶν ἔχοντες τὸν ἄνδρα προτετι μήκαμεν τὰ ὑμέτερα, τῆς αὐτῆς τυχεῖν χάριτος ἐπαγγέλλο μεν· τευξόμεθα δέ, ἢν ἐπιστήσας τοῖς ὑμετέροις ἔργοις οὓς δεῖ, ὡς τάχιστα ἐπανέλθῃ πρὸς ἡμᾶς.