Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1
ΑΝΤΙΟΧΩ ΑΠΟ ΥΠΑΡΧΩΝ. Πολλαχόθεν μὲν καὶ ἄλλοθεν τὴν ὑμετέραν ἐστὶν ἰδεῖν δικαιοκρισίαν· δείκνυσι δὲ ὑμᾶς ὅτι μάλιστα ἡ περὶ τῶν ἀρχόν των ψῆφος, οἷς καὶ τὰ ἔθνη καὶ τὰς πόλεις ἄγειν ἐνεχειρί σατε· κοινὴν γὰρ ἁπάντων τῶν ὑπηκόων κηδεμονίαν ποιούμε νοι, τοὺς ἀδωροτάτους καὶ χρημάτων κρεί [ττου] ς καὶ ἴ [σα] κατέχοντας τὰ τῆς δίκης ζυγά, καὶ ἁπαξαπλῶς τοὺς ἀρίστους ἐκλεγόμενοι, οἷόν τινας πατέρας καὶ ἰατροὺς καὶ κυβερνήτας ταῖς πόλεσιν ἐπεστήσατε. Πολλοῖς μὲν οὖν καὶ ἄλλοις καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐντετυχήκαμεν, ἄρχειν ὑπὸ τῆς ὑμετέ ρας ψήφου λαχοῦσιν, ἀξιάγαστον δὲ μάλιστα καὶ αἰδοῦς ἀξιώ τατον εἴδομεν τὸν λαμπρότατον Νέωνα. Καὶ γὰρ πεῖραν αὐτοῦ εἰλήφαμεν πλείονα, ἐπειδὴ καὶ τῆς ἡμετέρας πατρίδος κινεῖν τοὺς οἴακας εἴληχε καὶ παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον ἐξ οὐρίων φέρεσθαι τὸ σκάφος σοφῶς κυβερνῶν παρεσ κεύασεν. Οὗτος νῦν παυσάμενος τῆς ἀρχῆς, αὐτὸς μὲν ἀπηλ λάγη θορύβων ὁμοῦ καὶ φροντίδων, ἐγύμνωσε δὲ τοὺς ἀρχο μένους πατρικῆς κηδεμονίας· τρέχει δὲ παρὰ τὸ ὑμέτερον μέγεθος, δόξαν ἀντὶ χρημάτων κτησάμενος καὶ ἐπὶ τῇ θαυ μαστῇ καὶ πολλῶν ἐπαίνων ἀξίᾳ λαμπρυνόμενος πενίᾳ. Ἀλλὰ τοῦτον αὖθις ἡμῖν μετὰ τῶν πηδαλίων πέμψατε. Μὴ γὰρ γένοιτο ἄνδρα εὐεργετεῖν ἐπιστάμενον τῶν εἰς εὐεργεσίαν σπανίζειν προφάσεων.

Intertext edge

Open linked passage

Note