Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1
ΔΟΜΕΤΙΑΝΩ ΚΟΙΑΙΣΤΩΡΙ. Δι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων, ὡς οὐ φύσις, ἀλλὰ γνώμη τῶν ἀνθρώπων ἐν ἀρετῇ καὶ κακίᾳ κρατεῖ. Καὶ οἱ μὲν ἀκολασίαν, οἱ δὲ σωφροσύνην τιμῶσιν, οὐχ ὑπὸ φύσεως, ἀλλ' ὑπὸ προαιρέσεως κυβερνώμενοι. Πολλῶν [γὰ] ρ τὸ ἔ [θνος] τῶν Ἰσαύρων κατηγορούντων, ὡς ἐρῶσι χρημάτων καὶ φιλόχρυσοι καὶ τοῦ πλείονος ἐφιέμενοι, εὕρομεν τὸν λαμπρότατον Νέωνα, παρ' ἐκείνοις μὲν φύντα καὶ τραφέντα, τὸν πλεονεκτικὸν δὲ βδελυξάμενον βίον, μᾶλλον δὲ οὐ μόνον ἀδίκως τὴν χεῖρα προ τεῖναι μὴ ἀνασχόμενον, ἀλλ' οὐδὲ δικαίως κερδάναι προελόμε νον, τὰ δὲ οἰκεῖα προέμενον εἰς τὴν τῶν πόλεων ἐπιμέλειαν, καὶ παντὶ μὲν ἀδικουμένῳ τὴν ἀκοὴν ὑποσχόντα, ἀδίκοις δὲ καὶ συκοφάνταις ἀποκλείσαντα τὰς τοῦ δικαστηρίου κιγκλίδας. Τί οὖν ἂν πάθοιεν οἱ τοιαύτης στερηθέντες κηδεμονίας ἔξεσ τιν ἐκ τούτων μαθεῖν τὴν ὑμετέραν μεγαλοπρέπειαν.

Intertext edge

Open linked passage

Note