Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
ΑΝΔΡΕΑ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ. Θαυμαστῶς ἡμῖν ἐζωγράφησας, ὦ ἄριστε, τοῖς τῶν λόγων χρησάμενος χρώμασι τὸν θεοφιλέστατον Δαμιανὸν τὸν πρεσ βύτερον· τοιοῦτον γὰρ αὐτὸν εἴδομεν, οἷον διὰ τῶν γραμμάτων ἡρμήνευσας. Καὶ ἐγὼ μὲν πεῖραν ἔλαβον τοῦ τρόπου, τοῦ δὲ λόγου ἀπέλαυσεν ὁ λεώς. Ἐμὲ γὰρ ἡ νόσος ἐκώλυσε, μόνον δὲ τῶν ἀκροατῶν ἀκήκοα ὅτι τοιοῦτος ἀνήρ, οἷον ἡ σὴ ὁσιότης ὑπέδειξεν. Ἀλλὰ γεύσας ἡμᾶς, καὶ νῦν τὰ ὑπερκείμενα μιμη σάμενος νέφη, ψεκάδας ὀλίγας ἀφίησι, καὶ διψῶντας παρέρχε ται. Ἐμὲ δὲ ἧσεν, ὅτι μοι τῶν πρὸς τὴν σὴν ἁγιότητα γραμ μάτων ἐγένετο πρόξενος· καὶ γὰρ ἀσθενῶς διακείμενος, ἐσπού δασα δι' αὐτοῦ προσειπεῖν σου τὴν ὁσιότητα καὶ εἰς τὴν [ὑπὲρ ἐμοῦ] προσευχὴν διεγεῖραι.