Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1
ΕΥΘΑΛΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Μίαν ἐσχηκὼς παραψυχὴν ἐν τῇδ [ε τῇ] πόλ [ει], τὴν τῆς σῆς θεοσεβείας συνουσίαν, σφόδρα ἠνιάθην, ταύτης ἐν τοσούτῳ μὴ ἀπολαύσας χρόνῳ. Ἀλγῶ δὲ πλέον ὅτι τῇ ἀδοκήτῳ ταύτῃ ζημίᾳ περιπεπτωκώς, καὶ ἀθυμῶν, ὡς εἰκός, οὐδὲ τὸν ψυχα γωγοῦντα ἔχεις καὶ τὴν ἀθυμίαν ταῖς τοῦ παναγίου Πνεύματος ἐπῳδαῖς ἀπελαύνοντα. Ἀλλ', ὦ θαυμάσιε, γενοῦ σαυτῷ καὶ σύμβουλος καὶ διδάσκαλος, καὶ ἣν ἐκ παιδὸς μετῆλθες φιλο σοφίαν ἐν τοῖς ἀγῶσιν ἐπίδειξαι, καὶ μαθέτωσαν ἅπαντες, ὡς ἔργῳ μᾶλλον ἢ λόγῳ φιλοσοφεῖς, οὐδὲν μὲν ἡγούμενος τὰ ἀνθρώπινα, πλούτου δὲ ῥεύματα καὶ πενίαν ἐσχάτην ἴσα τιθέ μενος. Ἑκάτερον γάρ, ὡς οἶσθα, κατὰ τὴν εὐρίπων ἐπίῤῥοιαν τῇδε κἀκεῖσε πέφυκε μεταβαίνειν, καὶ νῦν μὲν ὡς τοῦτον, νῦν δὲ ὡς ἐκεῖνον εἶναι. Ἀρετὴ δέ, ἧς τρόφιμος ὑπάρχεις, μόνι μόν ἐστιν ἀγαθόν, καὶ χρὴ ταύτην τὸν μὲν κεκτημένον ἀσφα λῶς φυλάττειν, τὸν δὲ οὐκ ἔχοντα σπουδαίως ζητεῖν· χρυσὸν δὲ καὶ τἆλλα ἀγαθὰ τοῦ πλούτου παρόντα μὲν δεόντως οἰκο νομεῖν, ἀπόντα δὲ μὴ ποθεῖν. Ταῦτα φιλοσοφῶν διατελεῖς· ταῦτα καὶ ἑτέροις εἰσηγήσω πολλάκις. Μαθέτωσαν τοίνυν οἱ ζητοῦντες, ὡς χρήματα μὲν λαβεῖν [ἰσ] χύουσιν, [ἀρε] τὴν δὲ [συ] λῆσαι οὐ δύνανται πώποτε.

Intertext edge

Open linked passage

Note