Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
ΑΓΙΑΝΩ ΜΟΝΑΖΟΝΤΙ. Τὸ μηδὲν ἄγαν καὶ μέτρον ἄριστον, καὶ ὅσα τοιαῦτα τοῖς πάλαι σοφοῖς εἴρηται, ἐπὶ παντὸς ἡγοῦμαι καλοῦ τε καὶ συμφέροντος· οὐ γὰρ μόνον τὰ ὑψηλὰ καὶ ὑπέρογκα κωλύειν φρονήματα ἐθέλοντες, ταῦτα ἔφασαν οἱ τὴν τῶν ἠθῶν ἀναδε ξάμενοι διακόσμησιν, ἀλλὰ καὶ τὰ λίαν ταπεινὰ καὶ πέρα τοῦ μετρίου κάτω που κείμενα ἀνορθοῦντες καὶ τὴν συμμετρίαν διδάσκοντες. Χρὴ τοίνυν σε, δέσποτα, σοφὸν ὄντα καὶ τοὺς ἄλλους σοφίζειν δυνάμενον καὶ τῶν τοιούτων λόγων πλήρη τυγχάνοντα καὶ φιλεῖν τὸν πέλας ὡς σεαυτὸν δεδιδαγμένον, μὴ βλάπτειν τοῖς ἐγκωμίοις τοῦ φιλουμένου τὸ φρόνημα, μηδὲ τὸν μὲν αἴρειν εἰς ὕψος καὶ μετεωρίζειν τοῖς λόγοις, ἑαυτὸν δὲ ταπεινοῦν ὑπὲρ τὸ ἄγαν καὶ τὴν οὐκ ἐπαινουμένην ταύτην ἀμετρίαν αἱρεῖσθαι, μηδὲ τῷ πόθῳ τὴν εὐφημίαν μετρεῖν, ἀλλὰ τὴν ἀλήθειαν προτιμᾶν τῆς φιλίας, καὶ κρύπτειν μὲν τὰς τοῦ φίλου κηλῖδας (ταῦτα γὰρ ὁ τῆς φιλίας νομοθέτης παρεγ γυᾷ· Ἀγάπη, λέγων, καλύψει πλῆθος ἁμαρτιῶν), τὰ δὲ φαινόμενα κατορθώματα συμμέτρως θαυμάζειν. Καὶ ταῦτα λέγων, οὐ τὴν σὴν διδάσκω ἀγχίνοιαν, τὴν πάντων μάλιστα τὰ τοιαῦτα πεπαιδευμένην, ἀλλὰ τοὺς ἐμοὺς ἐπαίνους ἀπο κρουόμενος· ἀποκναίει [με] γὰρ τούτων τὸ ἕτερον· ἤκουσα [δὲ καὶ] τοῦ Θεοῦ δ [ιὰ τοῦ] προφήτου πρὸς τὸν Ἰσραὴλ λέγοντος· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσι. Περὶ μὲν τούτων ταύτην σου τῇ θεοσεβείᾳ τὴν ἱκετείαν προσφέρω· περὶ δὲ τῆς παιδὸς διδάσκω σου τὴν θεοσέβειαν, ὡς κήδομαι μὲν αὐτῆς διὰ τὴν ὀρφανίαν, οὐ μὴν ἐμαυτὸν εἰς τοὺς περὶ μνησ τείας καθῆκα λόγους, ἀλλὰ τῇ μητρὶ ταύτης παρεχώρησα τὴν ἐξουσίαν. Παρακαλῶ δέ σου τὴν ὁσιότητα δηλῶσαι ἡμῖν τοῦ μνηστεύσασθαι βουλομένου καὶ τοὔνομα καὶ τὸ γένος (οὐδὲν γὰρ τούτων περιεῖχε τὰ γράμματα), ἵνα καὶ τῇ μητρὶ καὶ τοῖς προσήκουσι τῇ παιδὶ ταῦτα ποιήσω γνώριμα καὶ συμβουλεύσω τὰ δέοντα.

Intertext edge

Open linked passage

Note