Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1
ΙΣΟΚΑΣΙΩ ΣΟΦΙΣΤΗ. Τοὺς παρ' ὑμᾶς φοιτῶντας νέους οὐ μόνον τὴν ἑλλάδα φωνὴν ἐκπαιδεύετε καὶ τὴν ἀττικὴν εὐγλωττίαν διδάσκετε, ἀλλὰ καὶ τῆς ἄλλης ἀξιοῦτε προμηθείας, τῆς τε τῶν ἠθῶν ἐπιμελόμενοι κοσμιότητος καὶ τὸν βίον πρὸς ἀρετὴν βλέπειν παρασκευάζοντες· πρὸς δὲ τούτοις καὶ τὴν ἄλλην αὐτῶν ποιεῖσθε κηδεμονίαν, τῶν ἀδικεῖν πειρωμένων ἀπαλλάττοντες, τοὶς ὠφελεῖν δυναμένοις συνιστῶντες, καὶ ἁπαξαπλῶς τὰ πατέρων ἐργαζόμενοι· ταῦτα γὰρ ἴδια τῶν καθ' ὑμᾶς τὴν λογικὴν ταύτην σοφίαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐμβαλλόν των. Τοιαύτας ἔχει παρὰ τῆς σῆς μεγαλονοίας εὐεργεσίας ὁ εὐγενέστατος καὶ ποθεινότατος υἱὸς ἡμῶν Φίλιππος. Καὶ γὰρ ἡνίκα οἱ περὶ τῆς κηραρχίας ἐνειστήκεισαν ἀγῶνες, τῶν [ἐν] αγωνιζομένων ἦσθα καὶ πᾶν ὁτιοῦν πραττόντων ὑπὲρ τοῦ νέου. Καὶ νῦν δέ, ὡς ἔγνων, πολλὴν ἡ σὴ μεγαλοφυΐα σπουδὴν συνεισήνεγκεν, ὥστε αὐτὸν μὴ τῶν ἀγομένων καὶ φερομένων ὑπὸ τῶν καλῶν ἡγεμόνων εἶναι, ἀλλὰ τῶν γεραιρομένων καὶ τιμῆς ἀξιουμένων. Καί σοι πολλὰ γένοιτο ἀγαθά, τοιαύτην ποιουμένῳ κηδεμονίαν τῶν πατρὸς ἐστερημένων. Ὑπὲρ μὲν οὖν τούτων καὶ ἡμεῖς χάριν ὁμολογοῦμεν τῇ μεγαλοπρεπείᾳ τῇ σῇ· ἐπειδὴ δὲ τέως αὐτῷ λυμαίνεται τὸ ἀξίωμα (ἀποστερεῖ γὰρ αὐτὸν καὶ τῶν τοῦ βουλευτηρίου πρωτείων) καὶ πάντες οἱ ἐπιτήδειοι πρὸς τοῦτο δυσχεραίνουσι καὶ ἀπειλοῦσι μηκέτι τῶν πραγμάτων φροντίζειν, εἰ τοῦτο γένοιτο, παρακαλῶ σου τὴν σοφίαν ἀναλαβέσθαι τοῦτο τῆς εὐεργεσίας τὸ εἶδος· εὐερ γεσία γάρ ἐστι, κατὰ τὸν τῆς σῆς μεγαλοπρεπείας σκοπόν, εἰ καὶ τοῖς εἰδόσι τὰ τῆς πόλεως πράγματα βλάβη νομίζεται. Τοῦτο γὰρ ἡ σὴ ποιοῦσα μεγαλοπρέπεια, τὴν πατρικὴν αὖθις δείξει φιλοστοργίαν.

Intertext edge

Open linked passage

Note