Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
ΘΕΟΔΟΤΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Δέδωκε παισὶν ἡ φύσις εὐκαίρως παῤῥησιάζεσθαι πρὸς πατέρας, καὶ τοῖς οἰκέταις ὁ τῆς δουλείας νόμος καὶ σιγῇ τὴν δεσποτείαν τιμᾶν καὶ λαλεῖν πρὸς τοὺς κεκτημένους μετὰ ἀληθείας ἃ δεῖ. Οὗτος καὶ παιδονόμοις καὶ παιδοτρίβαις νόμος καὶ πᾶσι τοῖς ἄρχειν λαχοῦσιν ἢ τέχνην τινὰ καὶ ἐπιστήμην παιδεύουσι. Τούτῳ θαῤῥῶν, καὶ πρὸς τούτῳ τῇ τῆς ἱερᾶς σου ψυχῆς ἡμερότητι καὶ διαθέσει, ἧς ἄνωθεν ἡμᾶς ἠξίωσεν ἡ σὴ θεοσέβεια, ὑπερβαίνω τοὺς ὅρους, καὶ τὴν ἀδο κήτως μοι συμβᾶσαν ἀθυμίαν μετ' ἐκείνης, ἧς ἔφην, παῤῥησίας, τὸν ἐμὸν διδάσκω δεσπότην. Ἤλγησα γὰρ ὄντως καὶ λίαν ἠθύμησα, ὅτι μοι τὴν ἐπιδημίαν τῆς σῆς ὁσιότητος, τὴν εἰς τοῦ Ἀρχαίου φημί, οὐδεὶς κατεμήνυσεν, οὐδὲ ὁ θεοφιλέστατος Ἀέτιος ὁ πρεσβύτερος. Γράφομαι γὰρ αὐτὸν ἐπὶ τῆς σῆς ἁγιό τητος ὡς ἠδικημένος τὰ μέγιστα. Ἤθελον γὰρ καὶ προμαθεῖν σου τὴν ἐπέραστον παρουσίαν, καὶ δραμεῖν ὡς ὑπόπτερος, καὶ τὴν Γίνδαρον ὑπερβῆναι, καὶ ἧς ὤφειλον τιμῆς μοῖραν γοῦν βραχυτάτην ἐκτῖσαι, καὶ τὰς ὀλίγας ἐκείνας ἡμέρας συν διατρῖψαι, καὶ πᾶσαν προσενεγκεῖν πατρικῆς φιλοστοργίας ἀνάγκην, καὶ πεῖσαι τοῖς ἱεροῖς σου ποσὶν ἁγιάσαι τὴν πόλιν τὴν ἡμετέραν. Νῦν δὲ τούτων ἁπάντων ἐστέρημαι. Ἡνίκα μὲν γὰρ παρεγένετό σου ἡ ὁσιότης οὐκ ἔγνων· τῇ δὲ τεσσα ρεσκαιδεκάτῃ, τῶν καλλινίκων Μαρτύρων ἐν Μηνίγγοις τὴν πανήγυριν ἐπιτελῶν ἤκουσα τοῦτο θρυλούντων. Πυνθανόμενος δὲ καὶ τὸ ἀληθὲς ἐξετάζων εὗρον ἑτέρους λέγοντας ὡς ἐξε δήμησέ σου ἡ θεοσέβεια, δύο μόνον ἡμέρας ἐκεῖ διατρίψασα· καὶ μὴ δευτέροις πιστεύσας, εἰς δὲ τὸ Μασχαλᾶς ἀποστείλας, καὶ μαθὼν ἀληθεῖς ἀμφοτέρας τὰς ἀγγελίας ἐκωλύθην τῆς ὁδοῦ. Ἤλγησα δὲ χαλεπῶς τὴν ψυχὴν καὶ ὅτι τὸ πατρῷον οὐκ ἐζήτησα γέρας, ἀλλὰ τῆς πνευματικῆς ἐστερήθην ὠφε λείας, καὶ ὅτι τῇ τῶν θεραπευόντων σου τὴν ἁγιωσύνην οὐ συντέταγμαι μοίρᾳ· οὐ γὰρ ἐκείνοις ἐγκεκριμένος, ἄπυστος ἔμεινα τῆς σῆς, ὦ πάτερ, ἐπιδημίας. Ταῦτα ὡς υἱὸς ἀλγῶν, τὸν πάντων εἵνεκα σεβασμιώτατόν μοι πατέρα καὶ δεσπότην ἐδίδαξα, καὶ ἀπολογούμενος ὑπὲρ τῆς ἀγνοίας, καὶ ἀλγῶν διὰ τὴν ἄγνοιαν.

Intertext edge

Open linked passage

Note