Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
ΕΛΛΑΔΙΩ ΚΟΥΡΑΤΩΡΙ. Ἐμοὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἡ φήμη πεποίηκε γνώρι μον· οὐχ ἁπλῶς δὲ ταύτην πεπίστευκα, ἀλλὰ ταύτης λεγούσης διὰ πάντων ἀκούσας, καὶ τοὺς αὐτῆς ὑφαινούσης ἐπαίνους, καὶ τὸν τῶν κατορθωμάτων διεξιούσης κατάλογον. Οὐδὲν γὰρ ἕτερον περὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ἀκούειν ἐστίν, ἢ ὅσα ἔχειν εἰκὸς τὸν τῆς ἀρετῆς ἐραστήν. Εἷς δὲ τῶν ταῦτα διηγουμένων ὁ εὐλαβέστατος διάκονος Πάππος· αὐτὸς γὰρ ἡμᾶς καὶ γράψαι παρώτρυνεν, οὐ σύμμετρον τῇ δυνάμει φήσας ὑμῖν εἶναι τὸ φρόνημα, ἀλλ' ἀνδρὶ σοφῷ τε καὶ συνετῷ καὶ τὴν φύσιν ἐπεσ κεμμένῳ συμβαῖνον. Διὸ τεθάῤῥηκα τὴν ἐπιστολὴν, καὶ τὸ ὑμέτερον προσφθέγγομαι μέγεθος καὶ τὸν τῶν ὅλων ἱκε τεύω Θεὸν καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι, καὶ τὰ μείζω προσδοῦναι.