Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1
ΕΥΡΥΚΙΑΝΩ ΤΡΙΒΟΥΝΩ ΠΑΡΑΜΥΘΗΤΙΚΗ. Καὶ τοῦ χειμῶνος οἶδα τὸ σκυθρωπὸν καὶ τοῦ κλύδωνος ἐπίσταμαι τὸ σφοδρόν, καὶ μόνιμον οὐδὲ διαρκὲς ὁ παρὼν ἔχει [βί] ος· μόνης δὲ τῆς ἀρετῆς τὸ κάλλος ἀμάραντον. Καὶ ταῦτα μὲν τέως ὡς πρὸς ἀνθρώπους κοινῶς διαλέγομαι· καιρὸς δὲ λοιπὸν καὶ τῶν θείων ὑμᾶς ἀναμνῆσαι δογμάτων, καὶ εἰς τὰς μεγάλας ἐκείνας ἐλπίδας ἀπὸ τοῦ πάθους μεταγαγεῖν, καὶ τῆς μὲν ἀθυμίας ἀποσκεδάσαι τὸ νέφος, ὑποδεῖξαι δὲ ἐκεῖνα τῷ λόγῳ, ἃ μέχρι τοῦ παρόντος διὰ τῆς πίστεως ὁρᾶται. Λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ ὕπνος ὁ φοβερὸς ἐκεῖνος γεγένηται θάνατος, καὶ ἀνάστασιν περιμένομεν ἅπαντες οἱ τῆς πίστεως τὴν ἀκτῖνα δεξάμενοι. Διὰ τοῦτο γὰρ καὶ ὁ δεσπότης ἡμῶν Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ πρὸ αἰώνων ὑπάρχων, ὁ συναΐδιος τῷ γεννήσαντι, ὁ τῶν ἁπάντων ποιητὴς καὶ κοσ μήτωρ καὶ κυβερνήτης, τὸ οἰκεῖον σῶμα, ὃ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, θανάτῳ παρέδωκεν, οὐχ ἵνα νεκρὸν αὐτὸ κατα λίπῃ, ἀλλ' ἐκεῖνο πρότερον ἀναστήσας, δι' ἐκείνου τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐν ἡμῖν ἐγκατασπείρῃ. Καὶ τοῦτο σαφῶς ἐκπαιδεύων αὐτὸς ὁ Κύριος ἔλεγεν· Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· καὶ πάλιν· Ἔρχε ται ὥρα ὅταν ἀκούσωσιν οἱ ἐν τοῖς μνημείοις τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πρά ξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαν τες εἰς ἀνάστασιν κρίσεως. Ταύτην τοῖς ἱεροῖς Ἀποσ τόλοις βεβαιῶν τὴν ἐλπίδα, τοῦ Λαζάρου τὸν θάνατον ὕπνον προσηγόρευσε, λέγων· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμη ται. Εἶτα, ἀγνοησάντων τὸ εἰρημένον καὶ εἰρηκότων· Εἰ κε κοίμηται, σωθήσεται, ἐπήγαγε· Λάζαρος ἀπέθανεν. Οὐ νοεῖτε, φησίν, ὃ λέγω· ὡς λέγω νοεῖτε· ὕπνον γὰρ τὸν θάνα τον προσηγόρευσα. Καὶ ὁ μακάριος δὲ Παῦλος σαφέστερον ἡμῖν τῆς οἰκονομίας τὸν λόγον παραδιδούς, Κορινθίοις ἐπισ τέλλων ἔλεγεν· Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκ ρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστα σις νεκρῶν οὐκ ἔστιν; Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· καὶ μετ' ὀλίγα· Νυνὶ δὲ Χρισ τὸς ἐγήγερται ἐκ νεκρῶν· ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Καὶ ὥσπερ ἐπὶ τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χρισ τῷ πάντες ζωοποιηθήσονται. Καὶ Θεσσαλονικεῦσι μὲν εἰσηγούμενος οὕτω φησίν. Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελ φοί, περὶ τῶν κεκοιμημένων. Καὶ οὐ λέγει τῶν τεθνεώτων, ἢ τετελευτηκότων· τῶν γὰρ πραγμάτων μεταβολὴν δεξαμένων, εἰκότως ἐναλλάττει καὶ τὰ ὀνόματα. Οὐ θέλω ὑμᾶς ἀγνο εῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐ γὰρ ἐκβάλλει τὴν λύπην, οὐδὲ ἀπάθειαν νομοθετεῖ, οὐδὲ ἔξω τῶν ὅρων τῆς φύσεως γενέσθαι παρακελεύεται, ἀλλὰ τῇ πίστει τὴν λύπην μετρεῖ, μονονουχὶ λέγων· Οὐκ ἐπὶ τῶν αὐτῶν ἐλπίδων ὁδεύετε ὑμεῖς τε καὶ οἱ Ἕλληνες, καὶ οἱ Ἰουδαῖοι, καὶ τῶν αἱρετικῶν οἱ τὴν ἀνάστασιν φλυαρίαν νομίζοντες· οὐδὲ τὰς αὐτὰς ἀφορ μὰς εἰς ψυχαγωγίαν ἔχετε. Οἱ μὲν γὰρ λύσιν τοῦ ζῴου τὸν θάνατον νομίζουσι, καὶ φθορὰν παντελῆ τὴν τελευτὴν ὑπολαμ βάνουσιν· ὑμεῖς δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὰ μέλλοντα προορῶντες, τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος χωρισμὸν ἀπο δημίαν ἡγεῖσθε· μετάθεσιν καὶ μετάβασιν εἶναι πιστεύετε· ὕπνον τοῦ εἰωθότος μακρότερον. Ταῦτα ἡμᾶς ἅπαντες ἐκπαι δεύουσι καὶ Ἀπόστολοι καὶ προφῆται. Εἰς ταύτας ἐβαπτίσ θημεν τὰς ἐλπίδας· καὶ αὐτὸ γὰρ τὸ σωτήριον βάπτισμα θανά του τύπον ἔχει καὶ ἀναστάσεως. Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· καὶ πάλιν· Εἰ γὰρ σύμφυτοι γε γόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Τοιαύτας οὖν ἔχοντες ἐλπίδας, παρακαλῶ, μετρήσωμεν τῇ εὐσεβείᾳ τὴν ἀθυμίαν· ὑποδείξωμεν ἅπασι φιλοσοφίαν, ἣν ὑπὸ τῆς πίστεως ἐδιδάχθημεν· διδάξω μεν τοὺς ἀπιστίαν ἔτι νοσοῦντας ὅσων ἡμῖν ἀγαθῶν ἡ πίστις κἀν τῷ παρόντι βίῳ γεγένηται πρόξενος, φέρειν ἡμᾶς ἅπαντα γενναίως παρασκευάζουσα, καὶ τὸν θάνατον οὐ θάνατον ἀλλ' ἀπο δημίαν εἶναι διδάσκουσα. Οὐχ ὁ γάμος ὑμῖν δέδωκε τὸ θυγάτριον, οὐδὲ ὁ γάμος γονέας εἰργάσατο, ἀλλ' ὁ ἡμέτερος ποιητὴς καὶ τοῦ γάμου νομοθέτης πατέρας πεποίηκεν· οὐχ ὡς ὄφλημα ἐκτίνων δίδωσιν ἡμῖν τοὺς παῖδας, ἀλλὰ φιλοτιμίᾳ κεχρημένος ἀναβλύζει τὰ ἀγαθὰ τοῖς ἀνθρώποις. Μὴ τοίνυν δυσχεράνωμεν, ὅτι ἔλαβεν ὅπερ ἔδωκεν· ἔδωκε γὰρ ὡς ἠθέλησε, καὶ τὰ οἰκεῖα ἔλαβεν, οὐ τὰ ἡμέτερα· καὶ λαβὼν οὐκ ἀπόλλυσιν, ἀλλ' ἀθάνα τον ἡμῖν αὐτό, καὶ ἀπαθές, καὶ ἄτρεπτον ἀποδώσει ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ. Χάριν ὁμολογήσωμεν, ὅτι ἄμωμον ἔλαβεν, ἁμαρτημάτων ἐλεύθερον, κακίας ἀμύητον, πονηρίας ἀπείρα τον. Ἀγαπῶμεν τὴν παῖδα; συνησθῶμεν αὐτῇ τῆς μεταβά σεως, ὅτι τὴν ἁλμυρὰν καὶ πικρὰν τοῦ βίου διεπέρασε θάλασ σαν, καὶ εἰς τοὺς ἀκυμάντους καθωρμίσθη λιμένας, καὶ τοῦ σφοδροῦ τούτου καὶ χαλεποῦ κλύδωνος, οὗ νῦν ὑμεῖς ἐγεύσα σθε, ὑπερτέρα γεγένηται. Νικήσωμεν λογισμῷ τῆς φύσεως τὰς ἀκίδας. Μαρτυρίου καιρὸν τὸν πειρασμὸν ὑπολάβωμεν. Ἀλγεῖν ἡ φύσις παρακελεύεται; ὁ λογισμὸς χάριν ὁμολογείτω, καὶ τοῖς ἐκείνου νεύμασιν ἀκολουθείτω. Κεντεῖ τῆς κόρης ἡ μνήμη; τὴν τοῦ πεποιηκότος ἀντιτάξωμεν μνήμην. Εἴπω μεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Δέκα παίδων χορὸν κατὰ ταὐτὸν τῷ θανάτῳ παρέπεμψεν ὁ ταῦτα φθεγξάμενος, καὶ οὐδὲ καθ' ἕνα προὔπεμψεν εἰς τοὺς τάφους, οὐδὲ ἐπὶ χρόνον νενοσηκότας, ἵνα μελετηθὲν τῷ χρόνῳ τὸ πάθος ἀμβλυτέραν τὴν ὀδύνην ἐργάσηται, ἀλλ' ἐξαπίνης τὴν ἁπάντων ἤκουσε τελευτήν, καὶ τελευτὴν καινὴν καὶ παράδοξον. Ἑστιώμενοι γὰρ καὶ ἐπὶ στιβάδος ἀνακείμενοι ἄρδην ἀπώλοντο, τῆς οἰκίας αὐτοῖς καταῤῥαγείσης. Τί τοῦ θεάματος ἐκείνου χαλεπώτερον ἐν βίῳ γεγένηται; ποία τραγῳδία τοιαύτας ἐδέξατο συμφοράς; Ἐνθυμήθητι γὰρ ὁπόσον πικρὸν καὶ ἐλεεινὸν χῶμα τὴν οἰκίαν γεγενημένην εἶτα ὀρύττειν, καὶ τὰ σώματα τῶν παίδων ἐρευ νᾶν, καὶ εὑρίσκειν τὸν μὲν μετὰ τῆς κύλικος κείμενον, τὸν δὲ τὴν χεῖρα εἰς τὴν τράπεζαν ἐκτεταμένην ἔχοντα καὶ τοῦ μὲν βλέπειν τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένους, τοῦ δὲ τὰ σκέλη κατεαγότα, ἄλλου δὲ τὰς χεῖρας ἐκτετμημένας, ἑτέρου τὸν ἐγκέφαλον κατεῤῥηγμένον. Ταῦτα πάντα ὁρῶν ὁ γενναῖος ἐκεῖ νος πατήρ, οὐδὲν ἐπαχθὲς ἐφθέγξατο, ἀλλὰ τὸν ποιητὴν ἀνυμνῶν διετέλεσε, καὶ χάριν ἐπὶ πᾶσιν ὁμολογῶν· Ὁ Κύριος, φησίν, ἔδωκεν, ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἕνα υἱὸν ἔσχεν ὁ μακάριος Ἀβραὰμ ὁ πατριάρχης, καὶ τοῦτον ἐν γήρᾳ, καὶ μετὰ πολλὰς ἐπαγγελίας, πολλῶν ἐτῶν διελθόντων· ἀλλ' ἡνίκα ἔδει λοιπὸν νυμφίον ἰδεῖν, τηνικαῦτα αὐτῷ προσέταξεν ὁ τῶν ὅλων Θεὸς ἱερουργῆσαι τοῦτον καὶ θυσίαν προσενεγκεῖν. Καὶ οὐκ ἀντεῖπεν, οὐκ ἐδυσχέρανε τὴν αἴτησιν, ἀλλὰ χαίρων ἔδραμε, καὶ ἀπέκναιεν αὐτὸν τῆς ὁδοῦ τὸ μῆκος, καὶ αὐθωρὸν ἐβού λετο τὴν θυσίαν προσενεγκεῖν. Ἀμέλει τὸ τῆς θυσίας χωρίον καταλαβών, εὐθύς τε τὸν βωμὸν ἐδείματο καὶ τὰ ξύλα συνέθη κε· ἐπέδησε μὲν τὸν παῖδα, ἐξέτεινε δὲ κατὰ τοῦ φιλτάτου τὴν πατρικὴν δεξιάν. Καὶ λεγέτω μηδείς, ὅτι ὁ Θεὸς ἐκεῖ ἐκώ λυσε τὴν σφαγήν, ἀλλὰ τοῦ Ἀβραὰμ τὴν προθυμίαν ἐξεταζέτω. Εἴποι δ' ἄν τις ἴσως, ὅτι ὁ Θεὸς ἐκεῖ προσέταξε, καὶ διὰ τοῦ το ὑπήκουσεν Ἀβραάμ. Ἀλλὰ καὶ ἐνταῦθα ὁ Θεὸς ἔλαβε. Τί γὰρ εἰ μὴ προσεῖπε, Δός μοι τὴν θυγατέρα τὴν μονογενῆ, ἣν ἠγάπησας; ἀλλ' ἴσμεν, ὅτι αὐτὸς ἔλαβεν· ἐν γὰρ τῇ χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων. Καὶ ὁ μακάριος δὲ Δαυΐδ. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Πιστεύσωμεν τοιγαροῦν καὶ ἡμεῖς θυσίαν τῷ Θεῷ προσενηνοχέναι τὴν παῖ δα· εἰ γὰρ οὕτως φιλοσοφήσομεν, καὶ τῶν ἀβραμιαίων ἀξιω θησόμεθα κόλπων, κἀν τῷ παρόντι βίῳ δώσει ἡμῖν ὁ Κύριος δῶρον ἕτερον ἀνθ' οὗ ἔλαβε. Καὶ γὰρ ἡ πολυθρύλητος Ἄννα τὸν Σαμουὴλ δι' εὐχῆς γεννήσασα, εἶτα τῷ Θεῷ τοῦτον προσ κομίσασα γέγονεν ἄλλων μήτηρ υἱῶν, κατὰ τὴν τοῦ ἱερέως εὐλογίαν. Γενναίως τοίνυν τὸ πάθος φέροντες, πολλῶν ἀγαθῶν τευξόμεθα· ἵλεών τε γὰρ τὸν Θεὸν ἕξομεν, καὶ κατὰ τὸν πα ρόντα βίον τῆς παρ' αὐτοῦ προμηθείας ἀπολαυσόμεθα, κἀν τῷ μέλλοντι τὰς ἀῤῥήτους ἐκείνας ἀντιδόσεις ἀποληψόμεθα, καὶ ἣν προεπέμψαμεν θυγατέρα, στεφηφοροῦσαν ὀψόμεθα, καὶ ἐν τῷ παρόντι βίῳ τὴν παρὰ πάντων εὔκλειαν καρπωσόμεθα, καὶ ἀρχέτυπον φιλοσοφίας τοῖς ὠφελεῖσθαι βουλομένοις ἐσόμεθα. Ταῦτα γράφω, ἐπειδή με ὁ τῆς ἑορτῆς καιρὸς ἐνταῦθα προσε δρεύειν παρεγγυᾷ. Ἦ γὰρ ἂν ἔδραμον καὶ δι' οἰκείας φωνῆς ταύτην ὑμῖν τὴν παραψυχὴν προσενήνοχα· ἐπειδὴ δὲ ἡ τῶν πολλῶν χρεία τοῦτο ποιῆσαι κεκώλυκε, τὸν θεοφιλέστατον πρεσβύτερον Ἀγαπητὸν ἀνθ' ἡμῶν πρὸς τὴν ὑμετέραν ἀρετὴν ἀπεστείλαμεν.

Intertext edge

Open linked passage

Note