Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
48.1
ΑΞΙΑ ΔΙΑΚΟΝΩ ΠΑΡΑΜΥΘΗΤΙΚΗ. Καὶ τὸ θνητὸν τῆς φύσεως τῆς ἀνθρωπίνης ἐπίστασαι καὶ τῆς ἀναστάσεως τὰς ἐλπίδας δεδίδαξαι. Ἱκανὰ δὲ τὰ ἀμφότε ρα τὴν ἐπὶ τοῖς τελευτῶσιν ἀθυμίαν ἀμβλῦναι· ἐὰν δὲ καὶ εὐκλεῶς τις ὑπεξέλθῃ τὸν βίον, παντελῶς προσήκει κατασβε σθῆναι τὴν λύπην. Διὰ πάντα τοίνυν παρακαλῶ σε γενναίως ὑπενεγκεῖν τῆς μακαρίας Σωσάννης τὴν τελευτήν. Διαφε ρόντως δὲ ψυχαγωγησάτωσάν σου τὴν εὐλάβειαν αἱ παρὰ πάν των εὐφημίαι καὶ τῶν τὴν χώραν καὶ τῶν τὴν πόλιν τὴν ἡμε τέραν οἰκούντων. Ἅπαντες γὰρ αὐτῆς τὴν ἐπαινουμένην ᾄδουσι βιοτήν· καὶ ὁ μὲν αὐτῆς τὸ σῶφρον, ὁ δὲ τὸ φιλάνθρω πον, ὁ δὲ τὸ κηδεμονικὸν διηγεῖται. Τῶν δὲ παρὰ πάντων λεγομένων μάρτυς ἐγώ· μᾶλλον δὲ, πλείονα λέγω πάντων ἐγώ, ὅσῳ καὶ πλείονα τῶν ἄλλων, ἐπειδὴ φροντίζω μαθεῖν. Χάριν τοίνυν ὁμολόγησον, ὦ φιλόχριστε, τῷ δεσπότῃ Χριστῷ, ὅτι πολ λοῖς αὐτὴν ἀρετῆς εἴδεσι τελειώσας, εἰς τὸν ἄλυπον μετατέ θεικε βίον, εὐφραινομένην καὶ χαίρουσαν καὶ τοῖς κλαίουσι χαλεπαίνουσαν καὶ γυμνασίαν νόμισον εἶναι φιλοσοφίας τὸν τῆς θυγατρὸς χωρισμόν, καὶ πεῖσαι σαυτὴν ὡς εἰς μακροτέραν ἐξεδήμησε γῆν, ζῶσα τῷ Θεῷ καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις προσμένουσα.