Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1
ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ ΣΕΛΕΓΚΕΙΑΣ ΤΗΣ ΙΣΑΥΡΙΑΣ. Λόγων πηγὰς ἐπὶ τῆς γλώττης, ὁσιώτατε, φέρων, διψῆν ἔφησθα, καὶ τῶν ἡμετέρων ψεκάδων ἐφίεσθαι, ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις τὸν Αἰγύπτιον ποταμὸν λιβάδος εἴποι προσ δεῖσθαι μικρᾶς. Ἐμοὶ δὲ καὶ ἡ βραχεῖα νοτὶς ὠφέλειαν φέρει πολλήν· ἡ δὲ σὴ θεοσέβεια κρουνοὺς τοῖς ἄλλοις προσφέρει. Ἐπαινῶ δὲ ὅμως τὴν καλὴν ἀπληστίαν· καρπὸν γὰρ ἔχει τὸν θεῖον μακαρισμόν· Μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψ ῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται. Ὅσην μὲν τὴν θυμηδίαν ἐκ τῶν γραμμάτων ἐπορισάμην οὐ ῥᾴδιον διεξιέναι. Πρῶτον γὰρ τῆς σῆς μοι φιλοθείας ὑπεδείκνυ τοὺς χαρακτῆρας, καὶ τὸν τῆς φιλίας ὑφῆπτε πυρσόν· ἔπειτα τοῦ κεκομικότος ἡ συνουσία μείζονά μοι τὴν εὐφροσύνην εἰρ γάσατο. Ἱκανὸς γὰρ ὁ θεοσεβέστατος συμπρεσβύτερος Δομετιανὸς καὶ πᾶσαν ἀθυμίαν ἀποσκεδάσαι καὶ θυμηδίαν ἀντ' ἐκείνης ἐνθεῖναι· ἦθος μὲν γὰρ ἔχει γλυκύτερον μέλιτος, τῶν δὲ θείων λογίων ἐν ἑαυτῷ περιφέρει τὸν πλοῦτον, οὐ τῷ ἐλύτρῳ μόνῳ τῶν γραμμάτων καλλωπιζόμενος, ἀλλὰ καὶ τὸν ἐν τούτοις κεκρυμμένον μαργαρίτην ὑποδεικνύς. Κομιδῇ δὲ ἡμᾶς εὐφράνας, ἠνίασεν ὅσον ηὔφρανε, καταλιπὼν ὅτι τάχιστα. Καὶ προσφθέγγομαι τοίνυν δι' αὐτοῦ τὴν σὴν ἁγιότητα, καὶ τῆς τῶν εὐχῶν ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ.

Intertext edge

Open linked passage

Note