Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ Εἰ μὲν ἠγνόεις, ὦ φίλη μοι κεφαλή, τὸν δεῖνα καὶ τὸν ἐκείνου τρόπον καὶ βίον, εἰκότως τὸν ἔλεον ἀνευφήμεις καὶ τῆς φιλανθρωπίας διεξῄεις ἐπαίνους· ἐπεὶ δὲ οἶσθα τίς ὁ ἀνήρ, καὶ ὅτι αὔξει μὲν ἐπὶ τὸ χεῖρον ἡ τῆς ἐκείνου γνώμης ῥοπή, παλινῳδίαν δὲ ᾄδειν οὐ βούλεται, παρὰ τοῦ σοῦ μάνθανε Πλάτωνος τίνος ἄξιος οὗτος. Εἰ δὲ λέγεις μὴ τοὺς ἐκείνου νόμους ἐπὶ τοῦ παρόντος κρατεῖν, ἄκουσον τοῦ δεσπότου τῶν ὅλων νομοθετοῦντος.