Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
ΙΣΟΚΑΣΙΩ ΣΟΦΙΣΤΗ. Ἀληθὴς ἄρα ὁ τραγικός ἐστι λόγος ὁ τὸν ἄλυπον βίον ἐπιζητῶν καὶ παρ' οὐδενὶ τοῦτον εὑρηκέναι βοῶν· ἀδοκήτοις γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων περιπίπτουσι συμφοραῖς. Τοῦτο δὲ πέπονθε καὶ Θεοκλῆς ὁ εὐγενέστατος ἡμῶν υἱός. Ἀγροῦ μὲν γὰρ ἑνὸς αὐτὸν κύριον πεποίηκεν ὁ πατήρ· φέρει δὲ οὗτος οὐ μυῤῥίνας καὶ ἄνθη, κατὰ τὸν κωμικὸν ἐκεῖνον ἀγρόν, ἀλλὰ τὰς ὑπὲρ τῶν εἰσφορῶν παροινίας. Τοσοῦτον δὲ κληρονομήσας, εἰς τὴν δικαιοτάτην πραιτοῦραν ἐκλήθη, καὶ μόγις οἷός τε ὢν τροφῆς τῆς ἀναγκαίας μεταλαχεῖν, τοσοῦτον ζημίας φορτίον ἠνάγκασται μεριμνᾶν· οὗ δὴ χάριν καὶ τὴν βασιλίδα καταλαβεῖν ἐπείγεται πόλιν. Δεῖται τοίνυν δι' ἡμῶν τῆς ὑμετέρας μεγαλοπρεπείας, ὥστε μεθ' ὑμετέρων ἐπιδημῆσαι γραμμάτων, καλῶς αὐτοῦ τὴν πενίαν καὶ σοφιστικῶς τραγῳδούντων. Μετὰ γὰρ τηλικαύτης μαρτυρίας εἰς τὸ δικαστήριον εἰσιὼν πείσει τοὺς δικάζοντας πάντας τῆς φιλανθρωπίας μόνης τὴν ψῆφον ἐξενεγκεῖν.

Intertext edge

Open linked passage

Note