Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
ΦΛΩΡΕΝΤΙΩ ΥΠΑΡΧΩ. Ἄλλως μὲν οὐκ ἂν ἐθάῤῥησα προσειπεῖν διὰ γραμμάτων τὸ ὑμέτερον μέγεθος, καὶ τὴν οἰκείαν εὐτέλειαν μετρεῖν ἐπιστά μενος καὶ τῆς ὑμετέρας ἐξουσίας τὸν ὄγκον εἰδώς. Ἐπειδὴ δὲ πίστει κοσμούμενοι καὶ τὰ θεῖα πεπαιδευμένοι, καταβῆναι τοσοῦτον ἠνέσχεσθε καὶ ἄσημον ἄνδρα καὶ οὐδαμόθεν γνώριμον ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀνεθάῤῥησα κἀγώ, κατὰ τὴν προφητείαν, ἀρνειὸς σὺν τῷ λέοντι συναυλίζεσθαι. Τούτων δὲ τῶν παραδόξων θαυματουργὸς ὁ τῶν ὅλων δεσπότης Χριστός, ὁ δι' ἁλιέων καὶ τελωνῶν καὶ σκυτοτόμων τὸν πλανώ μενον εἰς τὴν εὐθεῖαν ποδηγήσας ὁδόν. Διδάσκω τοίνυν τὸ ὑμέτερον μέγεθος, ὡς ἑτέραν μὲν ἡμεῖς ποιμαίνειν ἐνεχει [ρ] ί [σ] θημεν ἐπαρχίαν, ἀδελφικὴν δὲ ὅμως εἰσφέρειν δυνάμεθα συμβουλήν· ὃ δὴ καὶ ποιήσομεν, ἐπειδήπερ ὑμεῖς ἐκελεύσατε, καὶ τοὺς τῆς ψήφου κυρίους πειρασόμεθα πεῖσαι εἶξαι τοῖς γράμμασι. Μεμάθηκα γὰρ κἀγὼ, ὡς ὁ θεοσεβέστατος πρεσβύ τερος Εὐστάθιος εὐλαβείᾳ κοσμεῖται καὶ τῆς τοῦ δεσπότου Θεοῦ θεραπείας πολλὴν ποιεῖται φροντίδα.