Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
ΤΙΤΩ ΚΟΜΗΤΙ ΔΟΜΕΣΤΙΚΩ. Τῶν προσόντων ὑμῖν ἀγαθῶν τὸ πλῆθος, καὶ θερμοὺς ἡμᾶς ὑμῶν καθίστησιν ἐραστὰς, καὶ ἄληστον τῆς ὑμετέρας μεγαλο πρεπείας τὴν μνήμην ἐργάζεται. Διὸ δὴ παρόντες μέν, τῇ συνεχεῖ θεραπεύομεν θέᾳ τὸν πόθον, ἀπόντες δέ, γράμμασιν ἑαυτοὺς ψυχαγωγεῖν σπουδάζομεν. Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρό τατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται. Μέγα γὰρ ἀλη θῶς εἰς εὐφημίαν ἐν ζώνῃ καὶ χλα [μύ] δι καὶ ἐξουσίᾳ τοσαύτη εὐσέβεια καὶ πραότης καὶ καλοκἀγαθία καὶ ἡ τοῦ δικαίου τιμή.