Epistulae Collectio Patmensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Σὺ μὲν, ὦ ἄριστε, συγγινόμενος, ἀεὶ τὴν ἐκ ῥητορικῆς καὶ φιλοσοφίας πεποιημένην πανδαισίαν προσφέρεις, καὶ τῆς Ἀτθίδος μελίττης χαριέστερα ὑφαίνων τὰ τοῦ λόγου κηρία, καὶ γλυκύτερα νάματα ἐνιείς, ἑστιᾶν ἡμᾶς εἴωθας φιλοτίμως. Ἡμεῖς δὲ λόγων πενίᾳ συζῶντες, καὶ τὴν σὴν εὐωχίαν ἀμεί ψασθαι ποθοῦντες, τὸν ἄριστόν σοι καρπὸν τῆς πατρίδος πεπόμ φαμεν, ὃν κλήματα μὲν ἀμπέλων τίκτει, ταῖς ἀπὸ τῶν νεφῶν ἀρδείαις τρεφόμενα, χρόνος δὲ καὶ γῆρας ποιεῖ τιμιώτατόν τε καὶ ἥδιστον, προσηνῆ τε καὶ πρᾶον, καὶ ταῖς τῶν πινόντων κεφαλαῖς οὐ μαχόμενον· πρὸς δὲ τῇ εὐοσμίᾳ καὶ τῇ τῆς γεύ σεως ἡδονῇ, καὶ τὸν στόμαχον ὡς ἰατρὸς θεραπεῦσαι δυνάμε νον. Ἵνα δὲ μὴ φθόνος τῷ κάλλει τοῦ δώρου λυμήνηται, συμπεπόμφαμεν ἄρτους, τοῦ ἄστεως τὴν ἐρημίαν δηλοῦντας. Λύσεις δὲ σὺ τοῦτο τῆς πατρίδος τὸ ὄνειδος, ἄρτων αὐτῇ δημιουργὸν ἀποστείλας.