Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Patmensis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
ΤΟΙΣ ΑΥΤΟΙΣ. Οἱ τὸν πατρῷον κλῆρον διαδεχόμενοι οὐ στέργουσι τοῖς δοθεῖσιν, ἀλλὰ αὔξειν αὐτὰ σπουδάζουσι. Ταύτην δὲ δεῖ τὴν σπουδὴν εἰς τὰ πνευματικὰ μεταθεῖναι, καὶ τὴν προγονικὴν εὐσέβειαν καὶ τὴν περὶ τοὺς πτωχοὺς φιλοτιμίαν μυριοπλασίω ποιεῖν. Ἐγὼ τὴν ὑμετέραν εὐγένειαν παρακαλῶ ἐκεῖνα δοῦναι τῇ παρ' ἡμῖν ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅσα ὁ ὑμέτερος κατα λέλοιπε πάππος, καὶ ἄσβεστον αὐτοῦ φυλάξαι τὴν μνήμην. Τοῦτο δὲ καὶ τοῖς ἄλλοις κτήμασι προξενήσει τὴν εὐλογίαν. Σκοπήσατε δέ, ὡς εἴ τις τὸ ἅπαξ ἀφιερωθὲν Θεῷ καὶ ἀνάθημα γεγενημένον ὑφέλοιτο, ἱεροσυλία τὸ πρᾶγμα σ [α] φ [ῶς], καὶ κατηγόρων οὐ χρῄζει. Ὁμολογοῦσι γὰρ τοῦθ' οὕτως οἱ τολμῶν τες, ὑπὸ τοῦ συνειδότος ἀναγκαζόμενοι. Ὑμᾶς δὲ μὴ γένοιτο τοῦθ' ὑπομεῖναί ποτε, ἀλλ' εἴη τὰς προγονικὰς εὐλογίας διπλασιάζειν, καὶ διπλᾶ ἀνθ' ἁπλῶν προσφέρειν τὰ δῶρα τῷ Θεῷ.

Intertext edge

Open linked passage

Note