Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
100.1
ΑΛΕΞΑΝΔΡΑ. Ἐδεξάμην πρώην τῆς ὑμετέρας σεμνοπρεπείας τὰ γράμ ματα, καὶ μαθὼν τὴν γεγενημένην ὑμῖν ὑπὲρ ἡμῶν σπουδήν, χάριν ὡμολόγησα, καὶ τὸν τῶν ὅλων Δεσπότην ἱκέτευσα καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι καὶ ταῖς προσθήκαις αὐξῆσαι καὶ τῶν μελλόντων καὶ αἰωνίων χαρίσασθαι τὴν ἀπόλαυσιν. Πιστεύομεν δὲ αὐτὸν καὶ τῶν περιωρισμένων ἀκούειν, μᾶλλον δὲ πολλῷ πλέον τούτων, ἐπειδὴ διὰ τὴν θείαν αὐτοῦ διδασκα λίαν τὴν δοκοῦσαν ὑπομένουσιν αἰτίαν. Ταῦτα διὰ τῶν θεοφι λεστάτων ἐπισκόπων γράφω, παρακαλῶν τῆς ὑμετέρας αὐτοὺς ἀπολαῦσαι κηδεμονίας. Τῆς γὰρ εὐαγγελικῆς ἕνεκα πίστεως καὶ τῆς τῶν Ἐκκλησιῶν χάριν εἰρήνης τὴν μακρὰν ταύτην ἀποδημίαν εἵλοντο.