Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
101.1
ΚΕΛΕΡΙΝΗ ΔΙΑΚΟΝΩ. Ἐξήφθη πάλιν ὁ καθ' ἡμῶν πόλεμος καὶ σμικρὸν ἐνδοὺς ὁ τῶν ἀνθρώπων ἀλάστωρ πάλιν ὥπλικεν καθ' ἡμῶν τοὺς τῷ ψεύδει συντεθραμμένους. Οἳ προφανῶς ἡμᾶς συκοφαντοῦντες εἰς δύο λέγουσι μερίζειν ἡμᾶς υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ θεότητος μὲν καὶ ἀνθρωπότητος τὸ διάφορον ἐπιστάμεθα· ἕνα δὲ ὁμολογοῦμεν Υἱόν, τὸν ἐναν θρωπήσαντα Θεὸν Λόγον. Καὶ αὐτὸν εἶναί φαμεν Θεὸν προαιώ νιον καὶ ἄνθρωπον ἐπ' ἐσχάτου τῶν ἡμερῶν γενόμενον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσλήψει τῆς ἀνθρωπότητος. Ἀλλὰ γὰρ περιττὸν ποιῶ τὴν σὴν διδάσκων φιλοθεΐαν ἅπερ φρονῶ, τὴν ἀκριβῶς εἰδυῖαν ἅπερ κηρύττομεν καὶ τοὺς ἀγνοοῦν τας διδάσκομεν. Παρακαλῶ τοίνυν, ἐπειδὴ πάντων ὁμοῦ τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων κατέχεαν τὴν λοι δορίαν οἱ τοῦ ψεύδους ἐργάται καὶ τὰς Ἐκκλησίας ζάλης ἐνέπλησαν, τὴν δυνατὴν ὑπὲρ τῶν εὐαγγελικῶν δογμάτων καὶ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης εἰσενεγκεῖν σπουδὴν τὴν σὴν θεοσέβειαν. Διὰ γὰρ δὴ ταῦτα καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ τὰς ὑπ' αὐτῶν ποιμαινομένας κατέλιπον Ἐκκλησίας καὶ τῆς τοῦ χειμῶνος κατεφρόνησαν ὥρας καὶ τῶν τῆς ὁδοιπο ρίας ἠνέσχοντο πόνων, ἵνα τὸν ἐπαναστάντα καταπαύσωσι χειμῶνα. Οὓς εὖ οἶδ' ὅτι ὄψεταί σου ἡ κατὰ Θεὸν τελειότης εὐσεβείας προμάχους καὶ τῶν Ἐκκλησιῶν κυβερνήτας.

Intertext edge

Open linked passage

Note