Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
105.1
ΕΥΛΟΓΙΩ ΟΙΚΟΝΟΜΩ. Τοὺς μὲν ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας τῆς σῆς φιλοθεΐας παρὰ πολλῶν μεμαθήκαμεν. Δίκαιον δὲ καὶ τῷ διὰ ταύτην συκοφαντουμένῳ προθύμως συνηγορεῖν καὶ διελέγχειν τῶν λοιδορουμένων τὸ ψεῦδος. Ἀκριβῶς γὰρ οἶσθα, θεοφιλέστατε, καὶ τίνα φρονοῦμεν, καὶ τίνα διδάσκομεν, καὶ ὅτι δύο κηρυτ τόντων υἱοὺς οὐδεὶς ἡμῶν ἀκήκοε πώποτε. Χρησάσθω τοίνυν ἡ σὴ θεοσέβεια κἀνταῦθα τῷ ζήλῳ καὶ ἐμφραξάτω στόματα λαλούντων ἄδικα. Ἐν γὰρ τοῖς τοιούτοις ἀγῶσιν οὐ μόνον προσήκει τῶν φίλων, ἀλλὰ καὶ τῶν λελυπηκότων ὑπερμαχεῖν.