Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
108.1
ΑΚΑΚΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. Ἀληθὴς γὰρ ἡ τῆς Δαυϊτικῆς μελῳδίας ὑπόσχεσις· τὸ γὰρ Πνεῦμα τῆς ἀληθείας δι' ἐκείνου ταύτην προσενήνοχε τοῖς πιστεύουσιν· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει, καὶ ἐξ οίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Τοῦτο καὶ ἐπὶ τῆς σῆς θεοσεβείας γεγενημένον εὑρίσκομεν. Ὁπόσην γὰρ τῶν ὀρφανίαν ὀδυρομέ νων ποιεῖται κηδεμονίαν ἡ σὴ θεοσέβεια καὶ ὅπως ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνίζῃ δογμάτων, ᾄδουσι πάντες, δήλων κατὰ τὴν προφητείαν τῶν κεκρυμμένων γεγενημένων. Τούτου δὴ χάριν κἀγὼ τοὺς ἀξιεπαίνους πόνους τῆς σῆς φιλοθεΐας μεμα θηκὼς γράφω καὶ προσφθεγγόμενός σε, θεοφιλέστατε, καὶ παρακαλῶν αὐξῆσαι τὸ κλέος τῇ προσθήκῃ τῶν πόνων καὶ τῆς εὐαγγελικῆς ὑπερμαχῆσαι διδασκαλίας, ἵνα καὶ τὸν πατ ρῷον κλῆρον φυλάξωμεν ἄσυλον, καὶ τὸ τάλαντον τῷ Δεσπότῃ μετὰ τῆς καλῆς προσενέγκωμεν ἐργασίας.

Intertext edge

Open linked passage

Note