Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
ΗΛΙΑ ΣΧΟΛΑΣΤΙΚΩ. Τοὺς νόμους εἰς ἐπικουρίαν τῶν ἀδικουμένων οἱ νομοθέται γεγράφασι, καὶ τὴν ῥητορικὴν ἀσκοῦσι τέχνην οἱ τὸν δικανικὸν ἀσπαζόμενοι βίον, ἵνα τοῖς δικαίας δεομένοις βοηθείας συνη γορῶσι. Καὶ λόγων τοίνυν ῥητορικῶν καὶ τῆς τῶν νόμων ἐπι στήμης μεταλαχών, ὦ φίλη κεφαλή, εἰς δέον χρῆσαι τῇ τέχνῃ, καὶ βάλλε τῇ τέχνῃ τοὺς ἀδικοῦντας καὶ τοῖς ὑπ' ἐκείνων βαλλομένοις ἐπάμυνε, προβαλλόμενος καθάπερ ἀσπίδα τοὺς νόμους· καὶ μηδεὶς ἀδικῶν ἀπολαυέτω συνηγορίας, κἂν οἰκειό τατος ᾖ. Εἷς δὲ τούτων Ἀβράμης ὁ κάκιστος· ὃς ἀγρὸν ἐκκλη σιαστικὸν χρόνον οἰκήσας συχνόν, εἶτά τινας ἐντεῦθεν εἰς κοινωνίαν τῆς κακουργίας λαβών, τετόλμηκεν ἃ σαφῶς ὡμολό γησεν. Ἀπέστειλα δὲ σὺν αὐτῷ καὶ τὰ πεπραγμένα καὶ τοὺς ἠδικημένους καὶ τὸν εὐλαβέστατον Γερόντιον τὸν ὑποδιάκο νον· οὐχ ἵνα τοῖς νόμοις παραδῶσι τὸν ἀλιτήριον, ἀλλ' ἵνα τὴν σὴν διδάξωσιν ἃ πεπόνθασι παίδευσιν καὶ συναλγῆσαι παρα σκευάσαντες πείσωσιν ἀναγκάσαι τὸν ἀνόσιον ἄνθρωπον ἀπο δοῦναι τὰ συληθέντα.