Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
110.1
ΔΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Ἀναγνοὺς τὰ γράμματα τῆς μακαριωτάτης ἀνεμνήσθην Σουσάννης, ἣ τοὺς ἀλάστορας ἐκείνους ὁρῶσα καὶ τὸν τῶν ὅλων θεὸν παρεῖναι πιστεύουσα, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· Στενά μοι πάντοθεν. Ἀλλ' ὅμως εἵλετο μᾶλλον ταῖς τῆς συκοφαντίας πάγαις περιπεσεῖν, ἢ τοῦ δικαίου καταφρονῆσαι κριτοῦ. Καὶ νῦν δέσποτα, δύο πρόκειται. Τοῦτο δὲ πολλάκις εἰρήκαμεν· ἢ Θεῷ προσκροῦσαι, καὶ βλάψαι τὸ συνειδός, ἢ ταῖς ἀδίκοις τῶν ἀνθρώπων ψήφοις περιπεσεῖν. Ἐμοὶ δὲ οὐδὲ δοκεῖ τούτων εἰδέναι τι τὸν εὐσεβέστατον βασιλέα. Τί γὰρ ἐκώλυσεν αὐτὸν γράψαι, καὶ ἐπιτρέψαι τὴν χειροτονίαν γενέσθαι, εἴπερ ἀληθῶς αὐτὸν ἐθεράπευε τοῦτο; Τί δήποτε δὲ ἔξωθεν ἀπειλοῦσι καὶ δεδίττονται, γράμματα δὲ προφανῶς τοῦτο κελεύοντα οὐ πέμπουσιν; Δυοῖν γὰρ θάτερον, ἢ οὐ πείθεται γράψαι ὁ εὐσεβέστατος βασιλεύς, ἢ κατασκευά ζουσι παρανομῆσαι ἡμᾶς καὶ δίκας ὑπ' αὐτῶν ὕστερον τῆς παρανομίας ἀπαιτηθῆναι. Πρόκειται γὰρ ἡμῖν τὸ κατὰ τὸν μακάριον Πριγκίπιον ὑπόδειγμα· ἐκεῖ γὰρ καὶ ἐγγράφως κελεύ σαντες, δίκας ἀπῄτουν τὸν ὑπακούσαντα. Ἃ δὲ ἀνέγνων κατ' αὐτὴν τὴν ἡμέραν, καθ' ἣν ὁ λεκτικά ριος ἀφίκετο, γράμματα, ἐναντία τούτοις ἐστίν. Ἅγιος γάρ τις μονάζων τῶν ἐπισήμων ἔγραψε πρός τινα, ὡς ἐδέξατο γράμματα καὶ τοῦ μεγαλοπρεπεστάτου σπαθαρίου, καὶ τοῦ ἐνδοξοτάτου ἀπὸ μαγίστρων, σημαίνοντα ὡς διορθώσεως τεύ ξεται τὰ κατὰ τὸν θεοφιλέστατον ἐπίσκοπον τὸν κύριον Εἰρη ναῖον· καὶ ταύτης γε τῆς σπουδῆς ἀντιδόσεις ἀπῄτουν τὰς ὑπὲρ αὐτῶν προσευχάς. Ἐγὼ τοίνυν νομίζω χρῆναι γραφῆναι πρὸς τοὺς γεγραφότας ἀπὸ τῆς βασιλευούσης πόλεως κληρικούς, ὅτι ψήφῳ μὲν τῶν τῆς Φοινίκης θεοφιλεστάτων ἐπισκόπων πεισθείς, ἐχει ροτόνησα τὸν θεοφιλέστατον ἐπίσκοπον Εἰρηναῖον· τόν τε ζῆλον καὶ τὴν μεγαλοψυχίαν καὶ τὴν φιλοπτωχείαν καὶ τὰς ἄλλας αὐτῷ συνειδὼς ἀρετάς, καὶ πρὸς τούτοις, τὴν τῶν δογ μάτων ὀρθότητα. Οὐκ οἴδαμεν γὰρ αὐτὸν παραιτησάμενον πώποτε Θεοτόκον καλέσαι τὴν ἁγίαν Παρθένον, ἢ ἄλλο τι ἐναντίον φρονήσαντα τοῖς εὐαγγελικοῖς δόγμασιν. Εἰς δὲ τὸ τῆς διγαμίας, τοῖς πρὸ ἡμῶν ἠκολουθήσαμεν. Καὶ γὰρ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Ἀλέξανδρος, ὁ τὸν ἀποστολικὸν τοῦτον διακοσμήσας θρόνον, σὺν τῷ μακαριωτάτῳ Ἀκακίῳ τῷ Βεροίας ἐπισκόπῳ, τὸν τῆς μακαρίας μνήμης Διογένην ἐχει ροτόνησαν δίγαμον ὄντα· ὡσαύτως δὲ καὶ ὁ μακάριος Πραύ λιος Δομνῖνον τὸν Καισαρείας δίγαμον ὄντα. Ἔθει τοίνυν ἠκολουθήσαμεν, καὶ ἀνδράσιν ἐπισήμοις, καὶ ἐπὶ γνώσει καὶ βίῳ πολυθρυλήτοις. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα δεδιδαγμένος ὁ τῆς μακαρίας μνήμης Πρόκλος, ὁ τῆς Κωνσταντινουπολιτῶν ἐπίσκοπος, καὶ αὐτὸς τὴν χειροτονίαν ἐδέξατο, καὶ ἔγραψεν ἐπαινῶν καὶ θαυμάζων. Ὡσαύτως δὲ καὶ οἱ πρωτεύοντες τῆς Ποντικῆς διοικήσεως θεοφιλέστατοι ἐπίσκοποι, καὶ οἱ Παλαι στῖνοι πάντες, καὶ οὐδεμία ἀμφιβολία περὶ τούτου γεγένηται· καὶ δυσσεβὲς νομίζομεν τὸ κατακρῖναι ἄνδρα πολλοῖς καὶ παντοδαποῖς κατορθώμασι λαμπρυνόμενον. Ταῦτα καὶ τὰ τοιαῦτα κατὰ τὴν ἐμὴν γνώμην δεῖ γράψαι. Εἰ δὲ ἄλλο τι συνορᾷ σου ἡ ἁγιότης, τὸ δοκοῦν γινέσθω. Ἐγὼ γὰρ καὶ τὴν μίαν, ὡς νομίζουσι, τιμωρίαν δεξάμενος, ἕτοιμός εἰμι, τοῦ Θεοῦ μοι βοηθοῦντος, δέξασθαι καὶ τὴν ἄλλην. Εἰ δὲ καὶ τρίτην βούλονται, καὶ τετάρτην, τῆς θείας χάριτος ἐπερειδούσης οἴσομεν, τὸν Δεσπότην ὑμνοῦντες· εἰ δὲ δοκι μάζει σου ἡ ὁσιότης, ἴδωμεν καὶ τὰς ἀπὸ Παλαιστίνης ἀποκρί σεις· καὶ ἀκριβέστερον τὸ πρακτέον σκοπήσαντες, οὕτω καὶ γράψωμεν εἰς Κωνσταντινούπολιν.

Intertext edge

Open linked passage

Note