Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
111.1
ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἡ μὲν ὑμετέρα μεγαλοφυΐα τῶν εἰς ἡμᾶς εὐεργεσιῶν παρὰ τοῦ Θεοῦ τῶν ὅλων κομιεῖται τὰς ἀντιδόσεις. Πᾶν γὰρ ὁτιοῦν αὐτοῦ χάριν γιγνόμενον, μισθὸν ἔχει συνεζευγμένον. Ἐγὼ μέντοι τῶν συκοφαντιῶν τὸ πλῆθος γελῶ. Καὶ γὰρ τὰ σφοδρό τερον αἰκιζόμενα σώματα τῆς ὀδύνης οὐκ ἐπαισθάνεται, νεκρωθείσης λοιπὸν τῆς αἰκιζομένης σαρκός. Θρηνῶ δὲ ὅμως τὰ ἀθυρώτατα στόματα ψευδολογίας προφέροντα· τί γὰρ παρ' ἡμῶν ἀδικηθέντες οἱ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἴβα κατή γοροι ταύταις καθ' ἡμῶν ταῖς ψευδολογίαις ἐχρήσαντο; Πρῶ τον μὲν γὰρ οὐδὲ τῶν κριτῶν ἤμην ἐγώ· κατὰ γὰρ τὴν βασιλι κὴν ψῆφον ἐν τῇ Κύρρῳ διῆγον. Ἔπειτα δέ, ὡς παρὰ πολλῶν ἀκήκοα, καὶ δυσχεραίνοντες διετέλουν τὴν ἡμετέραν ἀπόλει ψιν· καὶ γὰρ τῆς μυστικῆς αὐτοὺς ἐν τῷ σωτηρίῳ Πάσχα μεταλαχεῖν κοινωνίας ἐγὼ παρεσκεύασα· καὶ πολλάκις ἡμῖν συντυχεῖν ἐθελήσαντας εὐμενῶς ἐδεξάμην, καὶ εἰσηγησάμην ἅπερ ἐχρῆν. Ἵνα δὲ καὶ ὑπὲρ τοῦ θεοφιλεστάτου ἐπισκόπου τοῦ κυρίου Δόμνου ἀπολογήσωμαι, τί ἔδει πρᾶξαι τὸν οὕτω φανερῶς πολεμούμενον, καὶ θεώμενον τοὺς ψήφῳ συνοδικῇ καθαιρουμένους εἰς ἑτέραν διοίκησιν πεμπομένους, καὶ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἱερωσύνην ἀπολαμβάνον τας, καὶ τὰ σεπτὰ καὶ θεῖα παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας γελώμενά τε καὶ κωμῳδούμενα; Τούτου χάριν, ὡς ἔγνω, τὴν κρίσιν ἑτέροις παρέπεμψε, καὶ οὐ μόνον τῷ θεοφιλεστάτῳ τῷ κυρίῳ Ἴβᾳ, ἀλλὰ καὶ τῷ ἁγιωτάτῳ ἐπισκόπῳ τῷ κυρίῳ Συμεῶνι τῷ Ἀμίδης, ὥστε τῶν δύο ἐπαρχιῶν τοὺς μητροπολίτας δια κοῦσαι τῶν ὑποθέσεων. Πῶς δὲ δίκαιον τοὺς αὐτοὺς ὠμότητα καὶ φιλανθρωπίαν κατηγορεῖσθαι; Καὶ γὰρ ἐκβάλλοντες κινδυ νεύομεν, καὶ μὴ ἐκβάλλοντες τοὺς κινδύνους οὐ διαφεύγομεν· καὶ μόνοι πολεμούμεθα παρὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ αἱ μὲν ἄλλαι διοικήσεις ἐν ἡσυχίᾳ διάγουσιν· ἡμεῖς δὲ μόνοι τοῖς συκοφάνταις προκείμεθα· ἐγὼ δὲ διαφερόντως, καίτοι μήτε συνδικάσας, καὶ παντελῶς ἀνεύθυνος ὤν. Ταῦτα ἠναγκάσθην γράψαι τοῖς τοῦ ὑμετέρου μεγέθους γράμμασιν ἐντυχὼν καὶ μαθὼν δι' αὐτῶν, ὡς καὶ διὰ ταῦτα κίνησις μεγίστη γέγονε καθ' ἡμῶν, ἀνδρῶν περιορισθέντων, καὶ ἡσυχίαν ἀγόντων, καὶ οὐδὲ τοῖς τῆς ἐπαρχίας θεοφιλεστά τοις ἐπισκόποις συνεδρευόντων. Τῷ ὄντι γὰρ δὶς ἤδη χειρο τονίας ἐπισκοπικῆς ἐν τῇ ἐπαρχίᾳ τῇ ἡμετέρᾳ γεγενημένης, οὐδεμιᾶς ἐκοινώνησα. Εἰ δὲ μὴ τῷ βασιλικῷ κατειχόμην νόμῳ, ἄρα ἂν ἀπέστην, καί τινα καταλαβὼν ἐσχατίαν, ἐκεῖ τὰς λει πομένας ἡμέρας διήγαγον. Ἀπείρηκα γὰρ πρὸς τὰ κατ' ἐμοῦ τυρευόμενα. Καὶ γὰρ τούτους αὐτοὺς τοὺς Ἐδεσηνοὺς οὐκ οἶμαι αὐτομάτους ταύτην καθ' ἡμῶν τὴν συκοφαντίαν ὑφῆναι, ἀλλ' ὑπὸ τῶν αὐτόθι φιλαλήθων ἀνθρώπων ταῦτα καθ' ἡμῶν διδαχθῆναι. Καὶ χάρις τῷ Σωτῆρι τῶν ὅλων, ὅτι με ἀνάξιον ὄντα τῶν εὐαγγελικῶν ἠξίωσε μακαρισμῶν. Διά τοι τοῦτο καὶ τὸν περιορισμὸν μεθ' ἡδονῆς ἐδεξάμην καὶ τὴν ἐξορίαν προσ δέχομαι· καὶ πᾶν ὅπερ ἂν ἐπαγαγεῖν ἐθέλωσιν, ἀσπαστῶς δέχομαι διὰ τὴν ἀποκειμένην ἐλπίδα. Τῆς δὲ ὑμετέρας μεγα λοφυΐας διηνεκῶς ὑπερεύχομαι καὶ τοὺς ἁγίους ἅπαντας κοινωνεῖν μοι τῶν εὐχῶν ἱκετεύω.