Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
112.1
ΔΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Ἠλπίσαμεν πεπαῦσθαι τὰ σκυθρωπά, τινῶν ἡμῖν μεμηνυ κότων ὡς ἐσβέσθη μὲν ἡ τοῦ καλλινίκου βασιλέως μικροψυχία, καταλλαγαὶ δὲ μεταξὺ αὐτοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκό που γεγένηνται, καὶ πέπαυται μὲν ἡ τῆς συνόδου κλῆσις, ἡ δὲ τῶν Ἐκκλησιῶν ἐπανῆλθεν εἰρήνη. Τὰ δὲ νῦν παρὰ τῆς σῆς ὁσιότητος γραφέντα σφόδρα ἡμᾶς ἠνίασεν. Οὐδὲν γὰρ ἔστιν ἐκ τῆς θρυλουμένης συνόδου προσδοκῆσαι χρηστόν, εἰ μὴ ἄρα ὁ φιλάνθρωπος Δεσπότης, τῇ συνήθει κηδεμονίᾳ χρησάμενος, τῶν ταραχωδῶν δαιμόνων διαλύσει τὰς μηχανάς. Καὶ γὰρ ἐν τῇ μεγάλῃ συνόδῳ, τῇ ἐν Νικαίᾳ συναθροισθείσῃ φημί, συνε ψηφίσαντο μὲν τοῖς ὀρθοδόξοις οἱ τῆς Ἀρείου συμμορίας καὶ τῇ ἀποστολικῇ διὰ τῶν χειρῶν ἐκθέσει συνέθεντο. Διετέλεσαν δὲ τῇ ἀληθείᾳ πολεμοῦντες, ἕως τὸ σῶμα τῆς Ἐκκλησίας διέρρηξαν. Καὶ τριάκοντα μὲν ἔτη διετέλεσαν κοινωνοῦντες ἀλλήλοις, οἵ τε τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων καὶ οἱ τὴν Ἀρείου βλασφημίαν νοσοῦντες. Ἐν Ἀντιοχείᾳ δὲ τῆςἐσχάτης συνόδου γεγενημένης, ὅτε τὸν τοῦ Θεοῦ ἄνθρωπον τὸν μέγαν Μελέτιον τοῖς ἀποστολικοῖς ἐκείνοις ἐνίδρυσαν θώκοις, εἶτα μετ' ὀλίγας αὐτὸν ἡμέρας διὰ τῆς βασιλικῆς ἐξέβαλον δυναστείας, προεβλήθη μὲν Εὐζώιος προφανῆ τὴν Ἀρείου περικείμενος λύμην, ἀπέστησαν δὲ παραυτίκα οἱ τῶν εὐαγγελικῶν δογμάτων ὑπερασπίζοντες, καὶ ἐξ ἐκείνου μεμέ νηκεν ἡ διαίρεσις. Εἰς ἐκεῖνα ἀφορῶσα καὶ τὰ ὅμοια προορῶσα ἡ ἀθλία ψυχή μου στένει καὶ ὀδύρεται, οὐδὲν καραδοκοῦσα χρηστόν. Οὐδὲ γὰρ ἴσασιν οἱ ἐκ τῶν ἄλλων διοικήσεων τὸν ἐγκείμενον τοῖς δώδεκα κεφαλαίοις ἰόν· ἀλλὰ τῇ περιφανείᾳ τοῦ ταῦτα γεγρα φότος προσέχοντες, οὐδὲν ὑποπτεύουσι φλαῦρον· καὶ οἶμαι ὡς ὁ τὸν ἐκείνου διαδεξάμενος θρόνον πάντα πραγματεύεται, ὥστε δευτέρᾳ ταῦτα κρατῦναι συνόδῳ. Ὁ γὰρ ἐξ ἐπιτάγματος τοιαῦτα πρώην γράψας καὶ ἀναθεματίσας τοὺς τούτοις ἐμμέ νειν οὐ βουλομένους, τί οὐκ ἂν πράξαι ἐν οἰκουμενικῇ προκαθί σας συνόδῳ; Καὶ εὖ ἴσθι, δέσποτα, ὡς οὐδεὶς τῶν τὴν ἐγκει μένην αὐτοῖς αἵρεσιν ἐγνωκότων ἀνέξεται αὐτὰ δέξασθαι, κἂν δὶς τοσοῦτοι ψηφίσωνται. Καὶ γὰρ ἤδη καὶ πλειόνων ὡς ἔτυχε ταῦτα βεβαιωσάντων, ἀντέστημεν ἐν Ἐφέσῳ, καὶ οὐ πρότερον ἐκοινωνήσαμεν τῷ ταῦτα γεγραφότι, ἕως τοῖς παρ' ἡμῶν ἐκτεθεῖσι συνθέμενος, σύμφωνον αὐτοῖς διδασκαλίαν προσ ήρμοσεν, οὐδεμίαν τῶν κεφαλαίων ἐκείνων ποιησάμενος μνή μην. Καὶ τοῦτο ῥᾴδιον γνῶναι τὴν σὴν ὁσιότητα, κελεύσασαν ζητηθῆναι τὰ πεπραγμένα. Ἀπόκεινται γὰρ πάντως, κατὰ τὸ παρακολουθῆσαν ἔθος, τῆς συνόδου τὰς ὑπογραφὰς ἔχοντα. Ἔστι δὲ πλείονα ἢ πεντήκοντα συνοδικά, τὴν κατηγορίαν τῶν δώδεκα κεφαλαίων δεικνύντα. Πρὸ μὲν γὰρ τῆς εἰς Ἔφεσον ἀποδημίας ὁ μακάριος γέγραφεν Ἰωάννης τοῖς περὶ τὸν θεο φιλέστατον ἐπίσκοπον Εὐθήριον τῶν Τυάνων, καὶ Φίλμον τὸν Καισαρείας, καὶ Θεόδοτον τὸν Ἀγκύρας, Ἀπολιναρίου διδαςκαλίαν τὰ κεφάλαια ταῦτα καλέσας. Καὶ ἐν Ἐφέσῳ δὲ ἡ παρ' ἡμῶν γεγενημένη καθαίρεσις τοῦ τε τῆς Ἀλεξανδρέων καὶ τοῦ τῆς Ἐφεσίων, αἰτίαν ἔχει τὴν τῶν κεφαλαίων τούτων ἔκθεσιν καὶ βεβαίωσιν. Καὶ συνοδικὰ δὲ πολλὰ ἐν Ἐφέσῳ πρός τε τὸν καλλίνικον βασιλέα, καὶ πρὸς τοὺς μεγάλους ἄρχοντας περὶ τούτων ἐγράφη· ὡσαύτως δὲ καὶ πρὸς τὸν ἐν Κωνσταν τινουπόλει λαὸν καὶ πρὸς τὸν εὐλαβέστατον κλῆρον. Καὶ μὲν δὴ καὶ εἰς τὴν Κωνσταντινούπολιν κληθέντες, πέντε διαγνώ σεις ἐπ' αὐτοῦ τοῦ βασιλέως ἐσχήκαμεν καὶ τρεῖς ὕστερον αὐτῷ διαμαρτυρίας ἐπέμψαμεν. Καὶ τοῖς θεοφιλεστάτοις δὲ τῆς δύσεως ἐπισκόποις, τῷ Μεδιολάνου φημί, καὶ τῷ Ἀκυ ιλείας, καὶ τῷ Ῥαβέννης, περὶ τούτων ἐγράψαμεν, διαμαρτυ ρόμενοι ὡς τῆς Ἀπολιναρίου ταῦτα καινοτομίας πεπλήρωται· καὶ αὐτῷ δὲ τῷ ταῦτα γράψαντι ὁ μακάριος ἐπιστέλλων Ἰωάν νης διὰ τοῦ μακαρίου Παύλου προφανῶς αὐτοῖς ἐπεμέμψατο· ὡσαύτως δὲ καὶ ὁ τῆς μακαρίας μνήμης Ἀκάκιος. Καὶ ἵνα συντόμως μάθῃ σου ἡ ἁγιότης, ἀπέστειλα τῆς τε τοῦ μακα ρίου Ἀκακίου ἐπιστολῆς καὶ τῆς τοῦ μακαρίου Ἰωάννου πρὸς τὸν μακαρίτην Κύριλλον γραφείσης τὸ ἴσον· ἵνα γνῷς ὡς καὶ περὶ συμβάσεως αὐτῷ γράφοντες, τὴν τῶν κεφαλαίων τούτων κατηγορίαν ἐποιήσαντο. Καὶ αὐτὸς δὲ ὁ μακαρίτης Κύριλλος, γράφων τῷ μακαρίῳ Ἀκακίῳ, τὸν τῶν κεφαλαίων τούτων παρεδήλωσε σκοπόν, εἰρηκὼς ὅτι Ἐκεῖνα πρὸς τὰς τοῦδε καινοτομίας ἐγράψαμεν, καὶ ὅτι τῆς εἰ ρήνης γενομένης ἐκλευκανθήσεται. Καὶ αὕτη τοίνυν ἡ ἀπολογία βεβαιοῖ τὴν κατηγορίαν. Ἀπέστειλα δὲ καὶ τῶν παρ' αὐτοῦ γραφέντων ἐν τῷ τῆς συμβάσεως καιρῷ τῷ ἀντίγραφον, ἵνα γνῷς, δέσποτα, ὡς οὐδεμίαν τούτων ἐποιήσατο μνήμην· καὶ ὡς χρὴ τοὺς ἀπιόντας εἰς τὴν σύνοδον τὰ ἐν τῷ καιρῷ τῆς συμβάσεως γραφέντα προσενεγκεῖν, καὶ σαφῶς εἰπεῖν τίνα μὲν εἰργάσατο τὴν διάστασιν, ἐπὶ τίσιν δὲ τὰ διεστῶτα συνήφθη. Τοὺς γὰρ εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας καλουμένους ἀγῶνα, πάντα πόνον ἀναδέξασθαι χρὴ καὶ τὴν θείαν ἐπικα λέσασθαι συμμαχίαν, ἵνα τὸν παρὰ τῶν προγόνων ἡμῖν κατα λειφθέντα κλῆρον διατηρήσωμεν ἄσυλον. Χρὴ δὲ σκοπῆσαί σου τὴν ἁγιωσύνην καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων τοὺς ὁμογ νώμονας καὶ κοινωνοὺς τῆς ἀποδημίας ποιήσασθαι· καὶ τῶν εὐλαβεστάτων κληρικῶν τοὺς τὸν ὑπὲρ τῆς εὐσεβείας ἔχοντας ζῆλον, ἵνα μὴ καὶ παρὰ τῶν οἰκείων προδοθέντες, ἢ ἀναγκα σθῶμέν τι πρᾶξαι τῶν ἀπαρεσκόντων τῷ τῶν ὅλων Θεῷ, ἢ μονωθέντες εὐεπιχείρητοι τοῖς πολεμοῦσι γενώμεθα. Πίστις ἐστί, παρακαλῶ, ἐν ᾗ τὰς ἐλπίδας ἔχομεν τῆς σωτηρίας· καὶ χρὴ πάντα κινῆσαι πόρον, ὥστε μηδὲν αὐτῇ νόθον ἐπεισαχθῆ ναι, μηδὲ τὴν ἀποστολικὴν παραφθαρῆναι διδασκαλίαν. Ταῦτα ἐγὼ καὶ πόρρωθεν ὤν, στένων καὶ θρηνῶν γράφω καὶ τὸν κοινὸν Δεσπότην ἀντιβολῶ τὸ στυγνὸν τοῦτο διαλῦσαι νέφος καὶ καθαρὰν ἡμῖν αἰθρίαν χαρίσασθαι.