Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
113.1
ΛΕΟΝΤΙ ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ. Εἰ Παῦλος, τῆς ἀληθείας ὁ κήρυξ, ἡ τοῦ παναγίου Πνεύ ματος σάλπιγξ, πρὸς τὸν μέγαν ἔδραμε Πέτρον, ὥστε τοῖς ἐν Ἀντιοχείᾳ περὶ τῆς κατὰ νόμον πολιτείας ἀμφισβητοῦσι παρ' αὐτοῦ κομίσαι τὴν λύσιν, πολλῷ μᾶλλον ἡμεῖς οἱ εὐτελεῖς καὶ σμικροί, πρὸς τὸν ἀποστολικὸν ὑμῶν τρέχομεν θρόνον, ὥστε παρ' ὑμῶν λαβεῖν τοῖς τῶν Ἐκκλησιῶν ἕλκεσι θεραπείαν. Διὰ πάντα γὰρ ὑμῖν τὸ πρωτεύειν ἁρμόττει. Πολλοῖς γὰρ ὁ ὑμέ τερος θρόνος κοσμεῖται πλεονεκτήμασι. Τὰς μὲν γὰρ ἄλλας πόλεις ἢ μέγεθος, ἢ κάλλος, ἢ τὸ πλῆθος τῶν οἰκητόρων κοσμεῖ· ἐνίας δὲ τούτων ἐστερημένας πνευματικά τινα λαμ πρύνει χαρίσματα· τῇ δὲ ὑμετέρᾳ φορὰν ἔδωκεν ἀγαθῶν ὁ τῶν ἀγαθῶν χορηγός. Ἡ γὰρ αὐτὴ πασῶν μεγίστη, καὶ λαμπροτάτη, καὶ τῆς οἰκουμένης προκαθημένη, καὶ τῷ πλήθει τῶν οἰκητό ρων κυμαίνουσα. Πρὸς δὲ τούτοις, καὶ τὴν νῦν κρατοῦσαν ἡγεμονίαν ἐβλάστησε· καὶ τῆς οἰκείας προσηγορίας τοῖς ἀρχο μένοις μετέδωκε. Κοσμεῖ δὲ αὐτὴν διαφερόντως ἡ πίστις· καὶ μάρτυς ἀξιόχρεως ὁ θεῖος Ἀπόστολος, βοῶν ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Εἰ δὲ εὐθὺς δεξαμένη τὰ τοῦ σωτηρίου κηρύγματος σπέρματα, τοῖς ἀξια γάστοις τούτοις ἐβεβρίθει καρποῖς, τίς ἀπόχρη λόγος τὴν νῦν ἐν αὐτῇ πολιτευομένην εὐσέβειαν εὐφημῆσαι; Ἔχει δὲ καὶ τῶν κοινῶν πατέρων καὶ διδασκάλων τῆς ἀληθείας Πέτρου καὶ Παύλου τὰς θήκας, τῶν πιστῶν τὰς ψυχὰς φωτιζούσας. Ἡ δὲ τρισμακαρία τούτων καὶ θεία ξυνωρὶς ἀνέτειλε μὲν ἐν τῇ ἑῴᾳ, καὶ πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψεν· ἐν δὲ τῇ Δύσει προθύμως ἐδέξατο τὰς τοῦ βίου δυσμάς, κἀκεῖθεν νῦν καταυ γάζει τὴν οἰκουμένην. Οὗτοι τὸν ὑμέτερον περιφανέστερον ἀπέφηναν θρόνον· οὗτος τῶν ἀγαθῶν τῶν ὑμετέρων ὁ κολο φών. Ὁ δ' ἐκείνων Θεὸς καὶ νῦν τὸν ἐκείνων ἐλάμπρυνε θρό νον, τὴν ὑμετέραν ἁγιωσύνην ἱδρύσας ἐν τούτῳ τῆς ὀρθοδοξίας τὰς ἀκτῖνας ἀφιεῖσαν. Καὶ τούτου πολλὰ μὲν ἔστιν εὑρεῖν καὶ ἄλλα τεκμήρια· ἀρκεῖ δὲ ὑμῶν καὶ ὁ κατὰ τῶν δυσωνύμων Μανιχαίων ζῆλος, ὃν πρώην ὑμῶν ἡ ὁσιότης ἐγύμνωσε, δείξασα τὴν περὶ τὰ θεῖα τῆς ὑμετέρας φιλοθεΐας σπουδήν. Ἀπόχρη καὶ τὰ νῦν παρ' ὑμῶν γραφέντα τὸν ἀποστολικὸν ὑμῶν χαρακτῆρα δηλῶσαι. Ἐντετυχήκαμεν γὰρ τοῖς παρὰ τῆς σῆς γραφεῖσι ὁσιότητος περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως, καὶ ἐθαυμάσαμεν τὴν τῶν γεγραμμένων ἀκρίβειαν. Ἀμφότερα γὰρ κατὰ ταὐτὸν ἐδήλου, καὶ τὴν ἐκ τοῦ ἀϊδίου Πατρὸς ἀΐδιον θεό τητα τοῦ Μονογενοῦς, καὶ τὴν ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ ἀνθρωπότητα· καὶ ὅτι κατὰ πάντα ἡμῖν ἡ ληφθεῖσα φύσις ἐῴκει, μόνον δὲ ἀνόμοιος ἦν τῷ πάσης ἁμαρτίας ἀμύη τος διαμεῖναι· ἐπειδήπερ οὐκ ἐκ φύσεως ἀλλ' ἐκ προαιρέσεως αὕτη φύεται. Εἶχε δὲ καὶ τοῦτο τὰ γράμματα, ὡς εἷς μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ἀπαθὴς δὲ αὐτοῦ ἡ θεότης, καὶ ἄτρεπτος, καὶ ἀναλλοίωτος, καθάπερ ὁ γεννήσας αὐτὸν Πατήρ, καὶ τὸ Πανάγιον Πνεῦμα· καὶ διὰ τοῦτο τὴν παθητὴν ἔλαβε φύσιν, ἐπειδήπερ ἡ θεία φύσις οὐκ ἐδέχετο πάθος· ἵνα τῷ πάθει τῆς ἰδίας σαρκὸς τὴν ἀπάθειαν τοῖς εἰς αὐτὸν πεπι στευκόσι χαρίσηται. Ταῦτα, καὶ ὅσα τούτοις ἐστὶ συγγενῆ, περιεῖχε τὰ γράμματα. Ἡμεῖς δὲ τὴν πνευματικήν σου σοφίαν θαυμάσαντες, τὴν δι' ὑμῶν φθεγξαμένην τοῦ παναγίου Πνεύ ματος ἀνυμνήσαμεν χάριν· καὶ παρακαλοῦμεν, καὶ ἀντιβολοῦ μεν, καὶ δεόμεθα, καὶ ἱκετεύομέν σου τὴν ἁγιωσύνην, ἐπαμῦναι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χειμαζομέναις. Λύσιν γὰρ ἔσεσθαι τοῦ κλύδωνος προσδοκήσαντες διὰ τῶν παρὰ τῆς ὑμετέρας ἁγιωσύνης εἰς τὴν Ἔφεσον ἀποσταλέντων, χαλεπωτέρᾳ περιπεπτώκαμεν ζάλῃ. Ὁ γὰρ τῆς Ἀλεξανδρέων δικαιότατος πρόεδρος οὐκ ἠρκέσθη τῇ ἀνόμῳ ταύτῃ καὶ ἀδικωτάτῃ καθαιρέσει τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου τῆς Κωσταντινουπολιτῶν ἐπισκόπου τοῦ κυρίου Φλαβιανοῦ, οὐδὲ ἐνέπλησεν αὐτοῦ τὸν θυμὸν τῶν ἄλλων ἐπισκόπων ἡ παραπλησία σφαγή, ἀλλὰ κἀμὲ τὸν ἀπόντα ὁμοίως καλάμῳ κατέσφαξεν, οὔτε καλέσας εἰς κριτήριον, οὔτε παρόντα κρί νας, οὐκ ἐρωτήσας τίνα φρονῶ περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν ἐνανθρωπήσεως. Καὶ τοὺς μὲν ἀνδροφόνους, καὶ τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας συλήσαντας εὐνάς, οὐ πρότερον κατακρίνουσιν οἱ δικάζοντες, ἕως ἂν ἢ αὐτοὶ τὰς κατηγορίας ταῖς ὁμολογίαις κυρώσωσιν, ἢ παρ' ἑτέρων ἐναρ γῶς ἐλεγχθῶσιν. Ἡμᾶς δὲ ὁ τοῖς θείοις νόμοις ἐντεθραμμένος πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότας κατέκρινεν ὡς ἠθέλησε. Καὶ τοῦτο οὐ νῦν μόνον πεποίηκεν, ἀλλὰ καὶ πέρυσι μετὰ δύο ἄνδρας τῶν τὴν Ἀπολιναρίου νόσον εἰσδεξαμένων ἐκεῖσε δραμόντας, καὶ συκοφαντίας καθ' ἡμῶν ὑφήναντας, ἀναστὰς ἐπ' ἐκκλησίας ἡμᾶς ἀνεθεμάτισε· καὶ ταῦτα ἐμοῦ γράψαντος πρὸς αὐτὸν καὶ ἃ φρονῶ διὰ γραμμάτων δηλώσαν τος. Ἐγὼ δὲ ὀδύρομαι μὲν τῆς Ἐκκλησίας τὸν κλύδωνα, τὴν δὲ ἡσυχίαν ἀσπάζομαι. Ἓξ γὰρ καὶ εἴκοσι ἔτη τὴν ἐγχειρισθεῖ σάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς Ἀνατολῆς προέδρου, οὐκ ἐπὶ τῶν μετ' ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμεινα, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους μὲν ἢ χιλίας ψυχὰς ἠλευθέρωσα τῆς Μαρκίωνος νόσου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου συμμορίας προσήγαγον τῷ Δεσπότῃ Χριστῷ· καὶ ἐν ὀκτακοσίαις Ἐκκλησίαις ἔλαχον ποιμαίνειν· τοσαύτας γὰρ ἡ Κύρρος παροικίας ἔχει, ἐν αἷς οὐδὲ ἓν διὰ τὰς ὑμετέρας εὐχὰς μεμένηκε ζιζάνιον· ἀλλὰ πάσης αἱρετικῆς ἠλευθέρωται πλάνης τὸ ἡμέτερον ποίμνιον. Οἶδεν ὁ πάντα ἐφορῶν πόσους ἐδεξάμην λίθους ὑπὸ τῶν δυσωνύμων κατ' ἐμοῦ πεμφθέντας αἱρετικῶν, πόσους ἐν ταῖς πλείοσι τῆς Ἀνατολῆς πόλεσι ἔσχον ἀγῶνας πρὸς Ἕλληνας, πρὸς Ἰουδαίους, πρὸς πᾶσαν πλάνην αἱρετικήν. Καὶ μετὰ τοσούτους ἱδρώτας καὶ πόνους μὴ δικασάμενος κατεκρίθην. Ἐγὼ δὲ τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου περιμένω τὴν ψῆφον· καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦ σαι δραμεῖν παρ' ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην. Ἔστι γάρ μοι τὰ μὲν πρὸ εἴκοσι ἐτῶν συγγεγραμμένα, τὰ δὲ πρὸ ὀκτωκαίδεκα, τὰ δὲ πρὸ πεντεκαίδεκα, τὰ δὲ πρὸ δυοκαίδεκα, τὰ μὲν πρὸς Ἀρειανοὺς καὶ Εὐνομιανούς, τὰ δὲ πρὸς Ἰουδαίους καὶ Ἕλληνας, τὰ δὲ πρὸς τοὺς ἐν Περσίδι μάγους, ἄλλα περὶ τῆς κα θόλου Προνοίας, ἕτερα δὲ περὶ θεολογίας καὶ τῆς θείας ἐναν θρωπήσεως. Ἡρμήνευταί μοι διὰ τὴν θείαν χάριν, καὶ τὰ ἀποστολικὰ συγγράμματα, καὶ τὰ προφητικὰ θεσπίσματα. Καὶ ῥᾴδιον ἐκ τούτων καταμαθεῖν, εἴτε ἀκλινῆ τὸν κανόνα τῆς πίστεως διετήρησα, εἴτε τὴν τούτου παρέβην εὐθύτητα. Ἀλλὰ μὴ διαπτύσητέ μου τὴν ἱκετείαν, παρακαλῶ, μηδὲ τὴν ἀθλίαν μου παρίδητε πολιὰν μετὰ πολλοὺς ὑβρισμένην καμάτους. Πρὸ δὲ πάντων, μαθεῖν ἀντιβολῶ παρ' ὑμῶν, εἴτε χρή με στέρξαι τὴν ἄδικον ταύτην καθαίρεσιν, εἴτε μή· τὴν γὰρ ὑμε τέραν προσμένω ψῆφον. Κἂν κελεύσητε τοῖς καταψηφισαμέ νοις ἐμμεῖναι, ἐμμενῶ καὶ οὐδενὶ ἀνθρώπων ἐνοχλήσω λοιπόν, ἀλλὰ μενῶ τὸ ἀκλινὲς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κριτήριον. Ἐμοὶ δέ, ὡς ὁ Δεσπότης μαρτυρεῖ Θεός, οὐ τιμῆς μέλει καὶ δόξης, ἀλλὰ μόνον τοῦ γεγενημένου σκανδάλου· ὅτι πολλοὶ τῶν ἁπλουστέρων, καὶ μάλιστα οἱ ἐκ διαφόρων αἱρέσεων παρ' ἡμῶν ζωγρηθέντες, τῷ θρόνῳ τῶν κατακρινάντων προσέχοντες, αἱρετικοὺς ἴσως ἡμᾶς ὑπολήψονται, τὴν τοῦ δόγματος ἀκρί βειαν κατιδεῖν οὐ δυνάμενοι. Ὅτι δὲ τοσοῦτον χρόνον ἐπισ κοπεύσας, οὐκ οἰκίαν ἐκτησάμην, οὐκ ἀγρόν, οὐκ ὀβολόν, οὐ τάφον, ἀλλὰ τὴν αὐθαίρετον ἠσπασάμην πενίαν, καὶ τὰ παρὰ τῶν πατέρων εἰς ἡμᾶς ἐλθόντα μετὰ τὴν ἐκείνων τελευτὴν εὐθὺς διανείμας, ἴσασιν ἅπαντες οἱ τὴν Ἑῴαν οἰκοῦντες. Πρὸ δὲ πάντων, ἱκετεύω τὴν ἱερὰν ὑμῶν καὶ τῷ Θεῷ φίλην κεφαλὴν παρασχεῖν μοι τῶν προσευχῶν τὴν βοήθειαν. Ταῦτα διὰ τῶν εὐλαβεστάτων καὶ θεοφιλεστάτων πρεσβυτέρων Ὑπα τίου καὶ Ἀβραμίου τῶν χωρεπισκόπων, καὶ Ἀλυπίου τοῦ ἐξάρχου τῶν παρ' ἡμῖν μοναζόντων τὴν ὑμετέραν ἁγιωσύνην ἐδίδαξα, ἐπειδήπερ ἐμὲ δραμεῖν πρὸς ὑμᾶς τὰ τῶν βασιλικῶν γραμμάτων ἐπέσχε δεσμά, ὡσπεροῦν καὶ τοὺς ἄλλους. Καὶ παρακαλῶ τὴν ὑμετέραν ὁσιότητα, καὶ ἰδεῖν αὐτοὺς πατρικῶς, καὶ τὰς ἀκλινεῖς ὑμῶν ἀκοὰς εὐμενεῖς αὐτοῖς παρασχεῖν, καὶ τὸ συκοφαντούμενον καὶ μάτην πολεμούμενόν μου γῆρας τῆς ὑμετέρας ἀξιῶσαι κηδεμονίας, καὶ πρὸ πάντων τῆς ἐπιβου λευομένης πίστεως παντὶ σθένει φροντίσαι, καὶ φυλάξαι ταῖς Ἐκκλησίαις τὸν πατρῷον κλῆρον ἀκήρατον· ἵνα καὶ τὰς ἀντὶ τούτων ἀντιδόσεις δέξηται ὑμῶν ἡ ἁγιότης παρὰ τοῦ μεγαλο δώρου Δεσπότου.

Intertext edge

Open linked passage

Note