Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
115.1
ΑΠΕΛΛΗ. Τὴν Κύρρον ἰθύνειν λαχὼν τὰς ἀναγκαίας αὐτῇ πάντοθεν ἐπόρισα τέχνας· πρὸς δὲ τούτοις καὶ τοὺς τῆς ἰατρικῆς ἐπι στήμονας οἰκῆσαι ταύτην προέτρεψα. Εἷς τούτων ἐστὶν ὁ εὐλαβέστατος πρεσβύτερος Πέτρος, λογικῶς μὲν μεταχειρί ζων τὴν τέχνην, κοσμῶν δὲ ταύτην τοῖς ἤθεσιν. Ἀλλὰ νῦν ἐκδημούντων ἡμῶν πολλοὶ μὲν καὶ ἄλλοι ταύτην ἀπέλιπον, ἐκδημῆσαι δὲ καὶ αὐτὸς ἐδοκίμασε. Διά τοι τοῦτο τὴν σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν ἀξιῶσαι. Ἱκανὸς γάρ ἐστιν ἐπικουρῆσαι τοῖς κάμνουσι καὶ πολεμῆσαι ταῖς νόσοις.