Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
117.1
ΦΛΩΡΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ. Οὐ παντελῶς ἄρα τῶν ἀνθρώπων τὸ γένος ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιλέλοιπε χάρις· ἀλλ' ἐγκατέλιπεν ἡμῖν σπέρμα τὴν ὑμετέραν ἁγιωσύνην, ἵνα μὴ ὡς Σόδομα γενηθῶ μεν καὶ Γομόρροις ὁμοιωθῶμεν. Τοῦτο ἡμᾶς ἀπαγορεύειν παντάπασιν οὐκ ἐᾷ· ἀλλὰ τοῦ χαλεποῦ χειμῶνος προσμένειν τὴν λύσιν παρεγγυᾷ· τοῦτο ἡμᾶς εὐέλπιδας ἀπεργάζεται. Διά τοι τοῦτο καὶ τοὺς θεοφιλεστάτους πρεσβυτέρους Ὑπάτιον καὶ Ἀβράμιον τοὺς χωρεπισκόπους, καὶ Ἀλύπιον τῶν παρ' ἡμῖν μοναζόντων τὸν ἔξαρχον, πρὸς τὴν ὑμετέραν ἀπεστείλαμεν ἁγιότητα, ἵνα τὴν ἐπισκήψασαν ταῖς τῆς Ἀνατολῆς Ἐκκλησίαις διαλύσητε συμφοράν. Καὶ πρῶτον μὲν τὴν ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθεῖσαν ἡμῖν κρατύνητε πίστιν, καὶ τὴν ἐπαναστᾶσαν αἵρεσιν στηλιτεύσητε, καὶ τοὺς παρα χαράττειν τολμῶντας τῆς οἰκονομίας τὸ κήρυγμα προφανῶς ἐξελέγξητε, ἔπειτα δὲ καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας πολεμου μένων ὑπερμαχήσητε. Ὑπὲρ γὰρ τῆς ἀποστολικῆς πίστεως, ἁγιώτατοι, τὴν ἄδικον ταύτην σφαγὴν ὑπεμείναμεν, ὡς τῶν εὐαγγελικῶν δογμάτων οὐ προιέμενοι τὴν ἀλήθειαν. Πρέπει δὲ ὑμῶν τῇ ὁσιότητι μὴ παριδεῖν τοὺς ὁμόφρονας ἀδίκως ἐλαυνομένους, ἀλλὰ παῦσαι τῇ δικαίᾳ βοηθείᾳ τὴν ἀδικίαν, καὶ διδάξαι τοὺς κατὰ τῆς ἀληθείας θρασυνομένους, ὡς οὐ πάντα δρᾶν ἔξεστι τοῖς πᾶν ὁτιοῦν ἀδεῶς ποιεῖν πειρωμέ νοις.

Intertext edge

Open linked passage

Note