Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
119.1
ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἔγνω πάντως τὸ ὑμέτερον μέγεθος τὰ παρὰ τῶν δικαιοτά των ἐν Ἐφέσῳ γενόμενα δικαστῶν. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἡ ὀρθοτάτη ψῆφος αὐτῶν. Ποία γὰρ Ἐκκλησία τὴν ἐντεῦθεν ἐπαναστᾶσαν οὐκ ἐδέξατο ζάλην; Οἱ μὲν γὰρ ἠδίκησαν, οἱ δὲ ἠδικήθησαν· οἱ δὲ τοῦτο μήτε ὑπομείναντες, μήτε δράσαντες, τοῖς μὲν ἠδικημένοις συναλγοῦσι, τοὺς δὲ ἠδικηκότας θρηνοῦ σιν, ὡς ὠμῶς ἄγαν καὶ παρὰ πάντας τοὺς νόμους, τούς τε θείους, τούς τε ἀνθρωπίνους, τὰ οἰκεῖα κατασφάξαντας μέλη. Τοὺς μὲν γὰρ τοιχωρύχους ἁλισκομένους ἐπ' αὐτοφώρῳ κρί νουσι πρῶτον, εἴθ' οὕτω κολάζουσι οἱ δικάζοντες· καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους, καὶ τοὺς τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνάς, εἰσάγουσι πρότερον εἰς τὸ κριτήριον, καὶ τοῖς κατηγόροις ποιεῖσθαι κελεύουσι τὰς γρα φάς, καὶ τὸν τῶν μαρτύρων σκοπὸν ἐξετάζουσιν, εἰ μὴ πρὸς χάριν μαρτυροῦσι τῶν διωκόντων, εἰ μὴ τῶν φευγόντων εἰσὶ δυσμενεῖς, καὶ πρὸς τούτοις ἀπολογεῖσθαι τοῖς κατηγόροις κελεύουσι. Καὶ τοῦτο δὶς γίνεται καὶ τρίς, ἔστι δὲ ὅτε καὶ τετράκις· καὶ τότε λοιπὸν ἐν τοῖς τούτων κἀκείνων λόγοις ζητήσαντες τὴν ἀλήθειαν, τὴν ψῆφον ἐκφέρουσι. Οὗτοι δὲ ὅπως μὲν τοῖς ἄλλοις ἐδίκασαν, οὐδὲν ἐρῶ, ἵνα μὴ δόξω περιττός τις εἶναι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια· ὑπὲρ ἐμαυτοῦ δὲ λέγειν μόνον βιάζομαι τῆς ἀδίκου με καταναγκα ζούσης σφαγῆς. Οἴκοι γάρ με τοῦ βασιλικοῦ καθείργοντος νόμου, καὶ περαιτέρω τῶν ὅρων τῆς ὑπ' ἐμοῦ ποιμαινομένης πόλεως προβαίνειν κωλύοντος, ἐκάθισαν μὲν κατ' ἐμοῦ τὸ συνέδριον, τὸν δὲ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότα κατέκριναν. Καὶ ὁ μὲν τῶν ὅλων Θεὸς πρὸς τὸν πατριάρχην Ἀβραὰμ περὶ Σοδόμων ἔφη καὶ Γομόρρων· Κραυγὴ Σοδό μων καὶ Γομόρρων πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψο μαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην ταύ την πρός με συντελοῦνται. Εἰ δὲ μή, ἵνα γνῶ. Καί τοι σαφῶς ᾔδει τῶν ἀνθρώπων ἐκείνων τὴν πονηρίαν· ἀλλ' ὅμως ἔφη· Καταβὰς ὄψομαι, διδάσκων ἡμᾶς ἀναμένειν τῶν πραγμάτων τὴν πεῖραν. Οὗτοι δὲ οὐκ εἰς δικαστήριον ἡμᾶς καλέσαντες, οὐ φωνῆς ἡμῶν ἐπακούσαντες, οὐ τί φρο νοῦμεν μαθεῖν παρ' ἡμῶν ἐθελήσαντες, τῷ θυμῷ τῶν τῆς ἀλη θείας ἐχθρῶν τὴν ἡμετέραν σφαγὴν ἐχαρίσαντο. Ἐγὼ δὲ τὴν μὲν ἡσυχίαν ἀσπάζομαι, καὶ διαφερόντως ἐν τῷ παρόντι καιρῷ, τῶν ἀποστολικῶν παρὰ πόλλοις διαφθα ρέντων δογμάτων, καὶ τῆς καινῆς κρατυνθείσης αἱρέσεως. Ἵνα δὲ μή τις τῶν ἀγνοούντων ἡμᾶς ἀληθὲς εἶναι πιστεύσῃ τὰς καθ' ἡμῶν γεγενημένας διαβολάς, καὶ σκανδαλισθῇ νομί σας ἕτερα παρὰ τὴν εὐαγγελικὴν διδασκαλίαν φρονεῖν, ἀντι βολῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν, ταύτην αἰτῆσαι τὴν χάριν τὴν καλλίνικον κορυφήν, ὥστε με τὴν Ἑσπέραν καταλαβεῖν καὶ παρὰ τοῖς ἐν ἐκείνῃ θεοφιλεστάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις δικάσασθαι· καὶ εἰ ὀφθείην βραχὺ γοῦν τι παρεκ βαίνων τοῦ κανόνος τῆς πίστεως, αὐτῷ με παραδοθῆναι τῷ μεσαιτάτῳ τῆς θαλάττης βυθῷ. Εἰ δὲ οὐδὲ ταύτην ὑμῶν τὴν δέησιν δέχεται, οἰκῆσαι γοῦν με κελευσάτω τὸ ἡμέτερον μονα στήριον, ὃ τῆς μὲν Κυρρεστῶν εἴκοσι καὶ ἑκατὸν μιλίοις ἀφ έστηκε, τῆς δὲ Ἀντιόχου πέντε καὶ ἑβδομήκοντα, ἀπὸ δὲ τριῶν μιλίων τῆς Ἀπαμέων διάκειται πόλεως. Τούτων, εἰ μὲν δυνα τόν, τὸ πρότερον, εἰ δὲ μή, τὸ γοῦν δεύτερον παρασχεθῆναί μοι διὰ τοῦ ὑμετέρου μεγέθους παρακαλῶ. Οὗ τὴν μνήμην κἀν τῇ διανοίᾳ, κἀν τῇ γλώττῃ, διηνεκῶς περιφέρομεν, ἱκετεύοντες τὸν τῶν δυνάμεων Κύριον, ἀμείψασθαι τὴν ὑμετέραν μεγαλο πρέπειαν, καὶ τοῖς παροῦσι, καὶ τοῖς μέλλουσιν ἀγαθοῖς. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, μαθὼν ὥς τινες καὶ τὴν ἐντεῦθέν μοι καττύουσι μετανάστασιν.

Intertext edge

Open linked passage

Note