Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
122.1
ΟΥΡΑΝΙΩ ΕΠΙΣΚΟΠΩ ΕΜΕΣΗΣ. Ὅτι μὲν συνεζεύχθημεν ἐν τοῖς γράμμασιν οἱ τῇ διαθέσει συνεζευγμένοι, λίαν ἥσθημεν. Οὐ νενοήκαμεν δὲ τὸ ὅτι Οὐχ οὗτοι οἱ λόγοι μου; Εἰ μὲν γὰρ προσρήσεως χάριν εἴρηται μόνης, οὐκ ἀνιᾷ τὸ λεχθέν· εἰ δὲ συμβουλῆς ἀναμιμνήσκει σιγὴν παραινεσάσης, καὶ τὴν καλουμένην οἰκονομίαν, χάριν ὁμολογοῦμεν, μὴ δεξάμενοι τὴν εἰσήγησιν. Ὁ γὰρ θεῖος Ἀπόστολος τἀναντία παρεγγυᾷ· Ἐπίστηθι εὐκαίρως, ἀκαί ρως. Καὶ ὁ Δεσπότης αὐτῷ γε τούτῳ τῷ κήρυκι· Λάλει, καὶ μὴ σιωπήσῃς. Καὶ τῷ Ἠσαΐᾳ· Ἀναβόησον τῇ ἰσχύϊ σου, καὶ μὴ φείσῃ. Καὶ τῷ Μωϋσεῖ· Καταβὰς διαμάρ τυραι τῷ λαῷ τούτῳ. Καὶ μέντοι καὶ τῷ Ἰεζεκιήλ· Σκο πὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· καὶ ἔσται, ἐὰν μὴ διαστείλῃ τῷ ἀνόμῳ, καὶ τὰ τούτοις ἀκόλουθα· περιττὸν γὰρ πρὸς εἰδότα μηκύνειν. Οὐ μόνον τοίνυν οὐκ ἀλύομεν παρρησίᾳ χρησάμενοι, ἀλλὰ καὶ γαννύμεθα καὶ γεγήθαμεν, καὶ τὸν τούτων ἡμᾶς ἀξιώσαντα τῶν παθημάτων ὑμνοῦμεν, καὶ μὲν δὴ καὶ τοὺς συνήθεις ἐπὶ τοὺς αὐτοὺς ἀγῶνας παρακα λοῦμεν. Εἰ μὲν γὰρ ἴσασιν ἡμᾶς τὸν ἀποστολικὸν κανόνα τῆς πίστεως μὴ φυλάττοντας, ἀλλ' ἐκκλίνοντας δεξιὰ ἢ ἀριστερά, καὶ μισησάτωσαν, καὶ τῆς ἐναντίας γενέσθωσαν μοίρας, καὶ μετὰ τῶν πολεμούντων τετάχθωσαν. Εἰ δὲ τὴν ὀρθὴν τοῦ εὐαγγελικοῦ κηρύγματος προσμαρτυροῦσιν ἡμῖν διδασκαλίαν, βοῶμεν πρὸς αὐτούς· Στῆτε καὶ ὑμεῖς περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρή νης, καὶ τὰ ἑξῆς. Φασὶ γὰρ τὴν ἀρετήν, οὐ μόνον σωφροσύ νην, καὶ δικαιοσύνην, καὶ φρόνησιν, ἀλλὰ καὶ ἀνδρίαν ἔχειν, καὶ διὰ ταύτης κατορθοῦσθαι κἀκείνας. Καὶ γὰρ ἡ δικαιοσύνη εἰς τὸν κατὰ τῆς ἀδικίας πόλεμον δεῖται τῆς ἀνδρίας συμμά χου· καὶ ἡ σωφροσύνη συνεργῷ τῇ ἀνδρίᾳ χρωμένη τὴν ἀκολα σίαν νικᾷ. Διά τοι τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν προ φήτην ἔφη· Ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὑποστολὴν δὲ τὴν δειλίαν ὠνόμασε. Ἔχου τοίνυν, ὦ φίλη κεφαλή, τῶν ἀποστολικῶν δογμάτων. Ἥξει γὰρ ὅσον ὅσον ὁ ἐρχόμενος, καὶ οὐ χρονιεῖ· καί· ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ φανήσεται ἡ τῶν πραγμάτων ἀλήθεια.