Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
123.1
ΤΩ ΑΥΤΩ, Καὶ μακρὰ ἡ ἐπιστολή, καὶ χαρίεσσα, καὶ τὸ τῆς ἀγάπης θερμόν τε καὶ γνήσιον ὑποφαίνουσα. Καὶ τοσαύτης με θυμη δίας ἐνέπλησεν, ὥστε ἥκιστα μεταγνῶναι, ὅτι δὴ ἑτέραν ἔχειν ἐτόπασα διάνοιαν τὸ τῆς προτέρας προοίμιον. Τοῦ γὰρ νοῦ τῶν γραμμάτων ἡ ἄγνοια τὸν τῆς ἀδελφικῆς φιλοστοργίας ἀπεκάλυψε θησαυρόν, καὶ τὸ τῆς πίστεως ἐδήλωσεν ἀκραι φνές, καὶ τὸν περὶ τὴν εὐσέβειαν ἐγνώρισε ζῆλον. Τοῦ μέντοι προφήτου τοὺς λόγους καὶ πειρασμοὺς διενειμάμεθα, καὶ ἡ μὲν ὁσιότης σου τοῖς λόγοις ἐχρήσατο· ἡμεῖς δὲ ταῖς καταιγίσι καὶ τρικυμίαις βαλλόμεθα, καὶ κατὰ τῶν τὸ σκάφος ἐρεττόντων μετ' ἐκείνου βοῶμεν· Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον. Παρέξει δὲ ἴσως ὁ καὶ ἡμῶν κἀκείνου Δεσπότης, καὶ ἡμᾶς ἀναδῦναι, καὶ τοῦ κήτους ἀπαλ λαγῆναι. Εἰ δὲ καὶ ζέον ἐπιμείνῃ τὸ ῥόθιον, ἐλπίζομεν καὶ οὕτως τῆς θείας ἀπολαύσεσθαι προμηθείας, καὶ τῇ πείρᾳ μαθεῖν, ὡς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ τελειοῦται· καὶ γὰρ αὐτοὺς τοὺς κινδύνους τῇ ἀσθενείᾳ ἡμῶν ἐμέτρησε. Τὸν μὲν γὰρ θεῖον ἐκεῖνον προφήτην ἅπαντες καθῆκαν εἰς τὸ πέλαγος οἱ συμπλέοντες· ἐμοὶ δὲ καὶ τὴν τῆς σῆς ὁσιότητος παρέσχεν παραψυχήν, καὶ μέντοι καὶ ἄλλων θεοφιλῶν ἀνδρῶν· οὓς τῆς Ὀνησιφόρου τοῦ θαυμασίου τυχεῖν εὐλογίας μετὰ τῆς σῆς φιλοθεΐας προσεύχομαι, ὅτι τὴν ἄλυσιν ἡμῶν οὐκ ἐπῃσχύνθητε· ἀλλὰ τῶν ὑπὲρ τῆς πίστεως ἡμῖν κεκοινωνήκατε θλίψεων. Τοῦτο μέντοι εὖ ἴσθι, δέσποτα, ὡς καὶ ἑτέρων μοι πεμψάντων θεοφιλεστάτων ἐπισκόπων εὐλογίας οὐκ ἐδεξάμην· οὐχ ὡς ὑβρίζων τοὺς πεπομφότας, μὴ γένοιτο· ἀλλ' ὡς τὴν ἀναγκαίαν τροφὴν τέως ποριζόμενος παρὰ τοῦ καὶ τοῖς κόραξι ταύτην ἀφθόνως παρέχοντος. Ἐπὶ δὲ τῆς σῆς φιλοθεΐας οὐδὲν τοιοῦτο πεποίηκα. Τῷ ὄντι γὰρ ἐνίκησεν ἡ τῆς ἀγάπης θερμότης τὸν ἐγγενόμενόν μοι τέως σκοπόν. Ὅτι γὰρ ἐξ οὗ τὰ τῆς συνη θείας ἡμῖν ηὐξήθη, καὶ τὸ φίλτρον σφοδρότερον ἐξήφθη, πειθέσθω ἡ θεοφιλής σου ψυχή.