Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
124.1
ΜΑΡΑΝΑ ΣΧΟΛΑΣΤΙΚΩ. Τὰς μὲν ἐκκλησιαστικὰς ὀλοφύρομαι κἀγὼ συμφοράς, καὶ τὸν ἐπικείμενον ὀδύρομαι κλύδωνα. Ἐμαυτῷ μέντοι συνήδομαι θορύβων ἀπηλλαγμένῳ, καὶ γαλήνης ἀπολαύοντι τῆς ἐρασμίας μοι. Οὓς δὲ καὶ νῦν ἀδικεῖν ἡ σὴ παίδευσις εἴρηκεν, οὐκ εἰς μακρὸν τίσουσι δίκας ὧν νῦν παρανόμως τολμῶσι. Σταθμῷ γὰρ ἅπαντα καὶ μέτρῳ πρυτανεύει τῶν ὅλων ὁ Κύριος· καὶ ὅταν τινὲς εἰς ἀμετρίαν παρανομίας ἐκπέσωσι, μακροθυμεῖ μὲν οὐκέτι, δικαστικῶς δὲ λοιπὸν ἐπιφέρει τὴν τιμωρίαν. Ταῦτα προορῶντες ἡμεῖς παύσασθαι αὐτοὺς τῆς ἀμετρίας εὐχόμεθα, ἵνα μὴ κολαζομένους ὁρῶντες πάλιν αὐτοὺς θρηνεῖν βιαζώ μεθα. Τῆς δὲ ὑμετέρας θαυμασιότητος διηνεκῶς μνημονεύο μεν, καὶ τὸν κοινὸν Δεσπότην ἀντιβολοῦμεν τὴν ὑμετέραν οἰκίαν εὐλογίας ἐμπλῆσαι.