Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
125.1
ΙΩΑΝΝΗ ΕΠΙΣΚΟΠΩ ΓΕΡΜΑΝΙΚΕΙΑΣ. Τὰ μὲν πρότερα γράμματα τῆς σῆς ὁσιότητος εὐθὺς δεξά μενος ἀντιγέγραφα. Περὶ δὲ τῶν προκειμένων οὐδέν ἐστιν ἐλπίσαι χρηστόν. Τῆς γὰρ παντελοῦς ἀποστασίας ὑπολαμβάνω ταῦτα εἶναι προοίμια. Τὸ γὰρ τοὺς θρηνοῦντας τὰ κατὰ βίαν, ὥς φασιν, ἐν Ἐφέσῳ γεγενημένα μὴ μεταμέλεσθαι, ἀλλ' ἐπι μένειν τοῖς παρανόμως παρ' αὐτῶν τολμηθεῖσιν, καὶ ἐποικο δομεῖν κατὰ ταὐτὸν τήν τε ἀδικίαν καὶ τὴν ἀσέβειαν, καὶ τὸ τοὺς ἄλλους μήτε συμβουλεύειν, ἵνα αὐτοῖς ἐξαρνηθῇ τὰ τολμηθέντα, μήτε ἐπιμενόντων οἷς παρανόμως ἔδρασαν φεύ γειν τὴν κοινωνίαν, τί τῶν χρηστῶν ἐλπίζειν ἐᾷ; Εἰ μὲν γὰρ ἐπῄνουν τὰ γεγενημένα ὡς εὖ καὶ καλῶς ἔχοντα, εἰκότως τοῖς παρὰ σφῶν ἐπαινουμένοις ἐπέμενον. Εἰ δὲ θρηνοῦσιν, ὡς λέγουσιν, καὶ ἀνάγκῃ καὶ βίᾳ ταῦτα πεπραχέναι φασί, τί δήποτε μὴ ἐξαρνοῦνται ἃ παρανόμως δεδράκασιν, ἀλλὰ τὸ παρόν, καὶ σφόδρα ὂν ὀλιγοχρόνιον, τοῦ μέλλοντος προτετίμη ται; Τί δήποτε δὲ καὶ προφανῶς ψεύδονται καί φασι μηδεμίαν γεγενῆσθαι περὶ τὸ δόγμα καινοτομίαν; Διὰ ποίους φόνους καὶ γοητείας ἐξηλάθην ἐγώ; Ὁ δεῖνα τίνας μοιχείας ἐτόλμη σεν; Ποίους ὁ δεῖνα διώρυξεν τάφους; Δῆλόν ἐστι καὶ τοῖς βαρβάροις, ὡς δογμάτων χάριν κἀμὲ καὶ τοὺς ἄλλους ἐξήλα σαν. Καὶ γὰρ τὸν κύριον Δόμνον, ὡς τὰ κεφάλαια μὴ δεξάμε νον, καθεῖλον οἱ βέλτιστοι, πανεύφημα ταῦτα καλέσαντες καὶ ἐμμένειν τούτοις ὁμολογήσαντες. Ἐγὼ γὰρ αὐτῶν τὰς κατα θέσεις ἀνέγνων· ἐμὲ δὲ ὡς τῆς αἱρέσεως ἔξαρχον ἀπεκήρυξαν καὶ τοὺς ἄλλους ὡσαύτως διὰ τὴν αὐτὴν αἰτίαν ἐξέβαλον. Ὅτι γὰρ τὴν πρακτικὴν ἀρετὴν τοῖς Ἁμαξοβίοις μᾶλλον ἢ αὐτοῖς νενομοθετῆσθαι παρὰ τοῦ Σωτῆρος ὑπέλαβον, αὐτὰ βοᾷ τὰ πράγματα. Κατὰ γὰρ Κανδιδιανοῦ τοῦ Πισίδου λιβέλλους ἐπέδοσάν τινες, μοιχείας αὐτοῦ κατηγοροῦντες πολλάς, καὶ ἑτέρας παρανομίας. Καί φασιν εἰρηκέναι τῆς συνόδου τὸν ἔξαρχον· Εἰ δογμάτων κατηγορεῖτε, δεχόμεθα τοὺς λιβέλλους· οὐ γὰρ ἤλθομεν μοιχείαις δικάσαι. Διά τοι τοῦτο καὶ Ἀθήνιον καὶ Ἀθανάσιον ὑπὸ τῆς ἀνατολικῆς ἐκβληθέντας συνόδου, τὰς οἰκείας ἀπολαβεῖν Ἐκκλησίας ἐκέλευσαν· ὡς οὐδὲν μὲν περὶ βίου τοῦ Σωτῆρος ἡμῶν νομοθετήσαντος, μόνα δὲ τὰ δόγματα φυλάττειν κελεύσαντος, ἃ πρὸ τῶν ἄλλων διέφθειραν οἱ σοφώ τατοι. Μὴ τοίνυν παιζέτωσαν μηδὲ κρυπτέτωσαν τὴν ἀσέβειαν, ἣν καὶ ταῖς γλώτταις καὶ ταῖς χερσὶν ἐβεβαίωσαν. Εἰ δὲ μὴ ταῦθ' οὕτως ἔχει, εἰπάτωσαν τῶν σφαγῶν τὰς αἰτίας, ὁμο λογησάτωσαν ἐγγράφως τῶν τοῦ Σωτῆρος ἡμῶν φύσεων τὸ διάφορον, τῆς ἑνώσεως τὸ ἀσύγχυτον· εἰπάτωσαν ὡς καὶ μετὰ τὴν ἕνωσιν ἀκραιφνὴς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης διέμει νεν. Ὁ Θεὸς οὐ μυκτηρίζεται. Ἀρνηθῶσιν νῦν τὰ κεφάλαια, ἃ πολλάκις μὲν ἀπεκήρυξαν, ἐν Ἐφέσῳ δὲ νῦν ἐβεβαίωσαν. Μὴ ἐξαπατάτωσάν σου τὴν ὁσιότητα λόγοις κεχρημένοι ψευ δέσιν. Ἐπῄνουν τὰ παρ' ἐμοῦ ἐν Ἀντιοχείᾳ λεγόμενα, καὶ ἀδελφοὶ ὄντες, καὶ ἀναγνῶσται γενόμενοι, καὶ διάκονοι χειρο τονηθέντες, καὶ πρεσβύτεροι, καὶ ἐπίσκοποι· καὶ μετὰ τὸ τέλος τῆς διαλέξεως περιεπτύσσοντο, καὶ κατεφίλουν, καὶ κεφαλήν. καὶ στήθη, καὶ χεῖρας· τινὲς δὲ αὐτῶν καὶ γονάτων ἥπτοντο, τὴν διδασκαλίαν ἡμῶν ἀποστολικὴν ὀνομάζοντες· καὶ ταύτην νῦν ἀπεκήρυξαν, ταύτην ἀνεθεμάτισαν. Καὶ ἐγὼ μέν, ὃν φωσ τῆρα ἐκάλουν, οὐ τῆς ἀνατολῆς μόνης, ἀλλὰ καὶ τῆς οἰκου μένης, ἀπεκηρύχθην, καὶ οὐδὲ ἄρτου, τό γε εἰς αὐτοὺς ἧκον, μεταλαγχάνω. Καὶ γὰρ τοὺς προσδιαλεγομένους ἡμῖν ἀνεθεμά τισαν· ὃν δὲ πρὸ βραχέος καθεῖλον, καὶ τὰ Βαλεντίνου καὶ Ἀπολιναρίου φρονεῖν ἔφασαν, τοῦτον ὡς νικηφόρον περιεῖπον τῆς πίστεως, καὶ τῶν τούτου προεκυλινδοῦντο ποδῶν, καὶ συγ γνώμην ἐζήτουν, καὶ πατέρα πνευματικὸν ἐκάλουν. Ποῖοι πολύποδες οὕτως πρὸς τὰς πέτρας τὴν οἰκείαν ἐναλλάττουσι χρόαν, ἢ χαμαιλέοντες πρὸς τὰ φύλλα τὸ χρῶμα, ὡς οὗτοι τὴν γνώμην πρὸς τοὺς καιροὺς μεταβάλλουσιν; Ἡμεῖς δὲ αὐτοῖς παραχωροῦμεν καὶ θρόνων καὶ ἀξιωμάτων καὶ τῆς προσκαίρου τρυφῆς· μετὰ δὲ τῶν ἀποστολικῶν δογμάτων τὰς χαλεπὰς νομιζομένας προσμένομεν ἐξορίας, ἀρκοῦσαν ἔχοντες παραψυχὴν τὸ τοῦ Δεσπότου κριτήριον. Ἐλπίζομεν γὰρ ὡς πολλὰ τῶν ἡμετέρων ἁμαρτημάτων διὰ τήνδε τὴν ἀδικίαν ὁ Δεσπότης ἀφήσει. Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ φυλάξασθαι τῆς ἀσεβείας τὴν κοινωνίαν καὶ προτεῖναι μὲν αὐτοῖς ἀρνη θῆναι τὰ πεπραγμένα· εἰ δὲ μὴ θελήσαιεν, φυγεῖν ὡς προδότας τῆς πίστεως. Τέως δὲ προσμείνασάν σου τὴν θεοσέβειαν ἰδεῖν, εἰ ἄρα τις ἔσται τοῦ χειμῶνος μεταβολή, οὐδαμῶς ἐμεμψάμεθα. Μετὰ μέντοι τὴν χειροτονίαν τοῦ τῆς Ἀνατο λῆς προέδρου, δήλη πάντως ἡ ἑκάστου γενήσεται γνώμη. Εὔξασθαι δὲ ὑπὲρ ἡμῶν, δέσποτα, καταξίωσον. Νῦν γὰρ δια φερόντως τῆσδε τῆς Βοηθείας δεόμεθα, ἵνα δυνηθῶμεν ἀντι σχεῖν πρὸς τὰ καθ' ἡμῶν μελετώμενα.

Intertext edge

Open linked passage

Note