Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
127.1
ΣΑΒΙΝΙΑΝΩ ΕΠΙΣΚΟΠΩ. Ἐπῄνεσά σου τὴν ὁσιότητα, καταλιποῦσαν τὸν ἐπίφθονον θρόνον. Ὁ γὰρ πάλαι σεβάσμιος νῦν γέγονε καταγέλαστος· ὤνιον γὰρ αὐτὸν ἡμεῖς ἐποιήσαμεν. Ἐθαύμασα δέ, μαθὼν ὡς πρὸς τοὺς ἐξελάσαντας ἔδραμες. Δρᾶσαι γὰρ τοὐναντίον ἐχρῆν· καὶ παρακαλούμενον ἔχεσθαι τῶν οἰάκων, φυγεῖν τὴν κυβέρνησιν, ὡς τῶν συμπλεόντων πολεμίων γεγενημένων. Ἢ οὐκ οἶσθα, θεοφιλέστατε, τίνα μὲν ὁ Σωτὴρ ὁ ἡμέτερος διὰ τῶν ἱερῶν ἀποστόλων κηρύττειν ἡμᾶς ἐδίδαξεν, τίνα δὲ νῦν θρησκεύειν ἐνομοθέτησαν οἱ τῶν ἀποστολικῶν κληρονόμοι δογμάτων; Τίς γὰρ τῶν παλαιῶν διδασκάλων, ἐξ οὗπερ κατηγ γέλη τὸ κήρυγμα μέχρι τῆς κατεχούσης νῦν σκοτομήνης, ἀκήκοε σαρκὸς καὶ θεότητος μίαν φύσιν κηρύξαντος, ἢ ἐτόλ μησε πώποτε παθητὴν ὀνομάσαι τοῦ Μονογενοῦς τὴν θεό τητα; Ταῦτα νῦν παρ' ἐνίων λέγεσθαι προφανῶς τολμᾶται, παρὰ δὲ τῶν ἄλλων περιορᾶται λεγόμενα, καὶ σιγῇ τοῦ μύσους μεταλαγχάνουσι. Τί οὖν χρὴ ποιεῖν, εἴποι τις ἄν, τοὺς ταῦτα μυσαττομένους; Δυοῖν θάτερον εἴποιμ' ἄν· ἢ ὁμόσε χωρεῖν καὶ διελέγχειν τῶν δογμάτων τὸ κίβδηλον, ἢ φεύγειν ὡς προ φανῶς δυσσεβούντων τὴν κοινωνίαν. Καὶ γὰρ ἐγὼ τὴν κατ' ἐμοῦ γεγενημένην ἀδικίαν ὡς θείαν ἐδεξάμην εὐεργεσίαν, οὐ τοῖς ἠδικηκόσι χάριν ὁμολογῶν– πῶς γὰρ τοῖς γε ἀδελφοκτό νοις καὶ τῆς τοῦ Κάϊν γεγενημένοις μερίδος– ἀλλὰ τὸν ἐμὸν Δεσπότην ὑμνῶν, ὅτι με καὶ τῆς τῶν ἠδικημένων κατηξίωσε μοίρας, καὶ τῶν ἠδικηκότων καὶ βλασφημούντων ἐχώρισε, καὶ τὴν ἐρασμιωτάτην ἐμοὶ ἔδωκεν ἡσυχίαν.

Intertext edge

Open linked passage

Note