Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
128.1
ΙΩΒΙΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ἀβραὰμ ὁ πατριάρχης καὶ μετὰ γῆρας ἠρίστευσε· καὶ Μωϋ σῆς ὁ μέγας πρεσβύτης ἤδη γενόμενος, εἰς προσευχὴν τὰς χεῖρας ἐκτείνων, τὸν Ἀμαλὴκ κατηκόντισε· καὶ Σαμουὴλ ὁ θεσπέσιος μετὰ πολιὰν τοὺς ἀλλοφύλους ἐτρέπετο. Τούτους τὸ σεβάσμιόν σου γῆρας ζηλοῖ, κἀν τοῖς ὑπὲρ εὐσεβείας πολέ μοις ἀνδραγαθίζεται, καὶ τῶν εὐαγγελικῶν δογμάτων ὑπερ μαχεῖ, καὶ τοὺς νέους ἀποκρύπτει τῇ προθυμίᾳ τῆς γνώμης. Ἐγὼ δὲ ταῦτα ἀκούων γάννυμαι, καὶ εὐφραίνομαι, καὶ περι πτύξασθαι μὲν ποθῶ τὴν σεπτοτάτην σου πολιάν. Ἐπειδὴ δὲ τούτου διαμαρτάνω– τὴν μὲν γὰρ σὴν θεοσέβειαν οἴκοι γῆρας ἐπέχει, ἐμὲ δὲ νόμος ἐνθάδε καθείργει βασιλικός– διὰ τῶν γραμμάτων σοφίζομαι τὸ ποθούμενον, καὶ προσφέρω σου τῇ φιλοθεΐᾳ τὸν ἐμοὶ πανεπέραστον ἀσπασμόν, καὶ παρακαλῶ εὐχαῖς ἐπαμῦναι ταῖς Ἐκκλησίαις ζάλης ἐμπεπλησμέναις, καὶ μέντοι κἀμοὶ τὴν θείαν προξενῆσαι ῥοπήν, ὑπὲρ μὲν τῶν ἀποστολικῶν πολεμουμένῳ δογμάτων, δεομένῳ δὲ τῆς ἄνωθεν ἀντιλήψεως.