Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
129.1
ΚΑΝΔΙΔΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ἐνίκησεν, ὡς ἔοικε, τὸ γῆρας τῆς θεοφιλοῦς σου ψυχῆς τὴν προθυμίαν, καὶ τὰς χεῖρας οὐκ ἔχεις συνήθως ἐκτεταμένας· διά τοι τοῦτο καὶ φιλονεικεῖ νικᾶν ὁ Ἀμαλήκ. Γενέσθωσαν τοίνυν τινὲς ἐπίκουροι τῆς ἀσθενείας, καθάπερ πάλαι ποτὲ Ὢρ καὶ Ἀαρὼν ὑπεστήριζον τοῦ νομοθέτου τὰς χεῖρας, ἵνα καὶ τὸν Ἀμαλὴκ καταλεύσῃς, καὶ τὸν Ἰσραὴλ διασώσῃς. Νῦν γὰρ μάλιστα σπουδαιοτέρων δεῖ προσευχῶν, Ἑλλήνων μὲν καὶ Ἰουδαίων, καὶ πάσης εἰρηνευούσης αἱρέσεως, μόνης δὲ τῆς Ἐκκλησίας χειμαζομένης, καὶ παγχαλέπῳ κλύδωνι περιπεσού σης. Καὶ ἡμεῖς δὲ διαφερόντως τῆς τῶν ὑμετέρων προσευχῶν δεόμεθα βοηθείας, καὶ τῶν νομισθέντων συναγωνιστῶν ἀντα γωνιζομένων.