Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Τὸν μέγιστον ἐκεῖνον καὶ ἀδαμάντινον πύργον, τὸν Ἰώβ φημι, τὸν γενναῖον τῆς ἀρετῆς ἀθλητήν, οὐδὲ ἡ τῶν συχνῶν καὶ παντοδαπῶν λυπηρῶν κατέσεισε προσβολή, ἀλλὰ μᾶλλον ἀκίνητόν τε καὶ ἄμαχον ἔδειξεν. Μετὰ μέντοι τῶν ἀγώνων τὸ τέλος, τὴν τῶν πειρασμῶν αἰτίαν ὁ δίκαιος νομοθέτης ἐδήλω σεν, οὕτως εἰπών· Οἴει δέ με ἄλλως σοι κεχρηματικέ ναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; Τούτων ἀκούειν τῶν λόγων καὶ τὴν σὴν ὑπολαμβάνω φιλοθεΐαν, πολλὰς καὶ διαφόρους προσβολὰς σκυθρωπῶν δυναμένην πραγμάτων ἐνεγκεῖν· οὐχὶ φυγοῦσαν δὲ ταύτας, ἀλλὰ τὸ τῆς οἰκονομίας σταθερὸν καὶ στερεώτερον διδάξασαν. Ταύτην ἰδὼν τῆς ἱερᾶς ὑμῶν ψυχῆς τὴν ἀνδρείαν ὁ μεγαλόδωρος Δεσπότης οὐκ ἠνέσχετο κρύψαι ἀξιόκτητον ἀθλητὴν, ἀλλ' εἰς τοὺς ἀγῶνας εἰσήγαγεν· ἵνα τὴν μὲν σεβασμίαν ὑμῶν κεφαλὴν τῷ νικηφόρῳ κατακοσμήσῃ στεφάνῳ, ἀρχέτυπον δὲ ὠφελείας τοὺς ὑμετέρους ἄθλους προσενέγκῃ τοῖς ἄλλοις. Συνήθως τοίνυν, ὦ φίλη κεφαλή, καὶ τόνδε νίκησον τὸν ἀγῶνα καὶ φέρε γενναίως τοῦ ὑμετέρου μὲν γαμβροῦ, ἐμοῦ δὲ γνησιωτάτου φίλου τὴν τελευτήν. Καὶ νίκη σον τῇ φιλοσοφίᾳ καὶ συγγένειαν καὶ μνήμην ἠθῶν ἄριστα κεκραμένων καὶ ἐλευθερίως, νικῶσαν καὶ ζωγράφων τέχνην καὶ λογογράφων ἐπιστήμην· καὶ τὴν τῆς ἀθυμίας διάλυσον προσβολὴν τῇ μνήμῃ τοῦ τὰ καθ' ἡμᾶς οἰκονομοῦντος σοφῶς καὶ τὸ μέλλον προορῶντος καὶ πρὸς τὸ συμφέρον ἰθύνοντος. Καὶ συνησθῶμεν ἀπαλλαγέντι τῶν τοῦ βίου τρικυμιῶν· μᾶλλον δὲ χάριν ὁμολογήσωμεν, ὅτι φερόμενος ἐξ οὐρίων εἰς τοὺς ἀπηνέμους καθωρμίσθη λιμένας καὶ πεῖραν τῶν πικρῶν οὐκ ἔλαβε ναυαγίων, ὧν ὃδε ὁ βίος μεστός. Ἀλλὰ γὰρ οἶδα περιττὸν ποιῶν τὸν γενναῖον τῆς ἀρετῆς ἀγωνιστὴν καὶ τῶν ἄλλων ἀθλητῶν παιδοτρίβην εἰς καρτερίαν ἀλείφων. Γράφω δὲ ὅμως καὶ ἐμαυτῷ διὰ τῶνδε τῶν λόγων ψυχαγωγίαν προσφέρων. Ἤλγησα γὰρ τῷ ὄντι τῆς ἀξιαγάστου συνουσίας ἀναμνησθείς. Ἀλλὰ πάλιν ὕμνησα τῶν ὅλων τὸν Πρύτανιν, καὶ τὸ συνοίσειν μέλλον εἰδότα καὶ πρὸς τοῦτο τὰ καθ' ἡμᾶς κυβερνῶντα. Ταῦτα μετὰ τὸ γράψαι τὰ πρότερα ὑπομνηστικὰ ὑπηγόρευσα, τινός μοι τῶν ἐν Ἀντιοχείᾳ φίλων μεμηνυκότος τὴν τελευτήν.