Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
130.1
ΜΑΓΝΩ ΑΝΤΩΝΙΝΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Τοὺς μὲν νύκτωρ πλέοντας οἱ τῶν λιμένων ψυχαγωγοῦσι πυρσοί· τοὺς δὲ τῆς ἀποστολικῆς προκινδυνεύοντας πίστεως, τῶν ὁμοπίστων ὁ ζῆλος. Ἱκανὴν τοίνυν ἔχομεν παραψυχὴν τῆς ὑμετέρας φιλοθεΐας τοὺς ὑπὲρ τῶν θείων δογμάτων ἀγῶ νας ἀκούοντες. Καὶ γὰρ ταύτην ὑμῖν τὴν γνώμην ὁ Μεγαλό δωρος ἐδωρήσατο, καὶ τῆς τούτων ἕνεκα φυλακῆς πάντα πόνον εἰσφέρετε. Ἐγὼ δὲ διὰ τῆς ὑμετέρας ψυχαγωγούμενος προθυ μίας μικρὰν ἀντίδοσιν εἰσφέρω, τῶν ἀγώνων ὑμᾶς τῶν θείων ἔχεσθαι παρακαλῶν, καὶ τῶν ἀντιπάλων ὡς εὐαλώτων κατα φρονεῖν– τί γὰρ ἀσθενέστερον τῶν τῆς ἀληθείας ἐστερημέ νων– πεποιθέναι δὲ τῷ εἰπόντι· Οὐ μή σε ἀνῶ, οὐδὲ μή σε ἐγκαταλίπω, καί· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐπαμύνατε δὲ κἀμοὶ ταῖς προσευχαῖς, ἵνα θαρρῶν ἐπιλέγω· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι, τί ποιή σει μοι ἄνθρωπος.

Intertext edge

Open linked passage

Note