Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
131.1
ΤΙΜΟΘΕΩ ΕΠΙΣΚΟΠΩ. Οὐ μάτην ἄρα τῶν ὅλων ὁ Κυβερνήτης συγχωρεῖ τοῖς πνεύ μασι τοῖς ἐναντίοις διεγεῖραι τῆς ἀσεβείας τὰ κύματα· ἀλλ' ἵνα τῶν πλεόντων βασανίσῃ τὰς γνώμας, καὶ τῶν μὲν τὴν ἀνδρίαν γυμνώσῃ, τῶν δὲ τὴν δειλίαν ἐλέγξῃ· καὶ τοὺς μὲν τὴν τῆς εὐσεβείας ἔξωθεν περικειμένους μορφὴν γυμνοὺς δείξῃ τῶν προσωπείων, τοὺς δὲ τῆς ἀληθείας ἀνακηρύξῃ προμάχους. Τοῦτο καὶ νῦν γεγενημένον ἐθεασάμεθα. Τοῦ γὰρ χειμῶνος ἐπαναστάντος, οἱ μὲν ἐγύμνωσαν τὴν κεκρυμμένην ἀσέβειαν, οἱ δὲ προὔδοσαν ἣν εἶχον ἀλήθειαν, καὶ τῆς τῶν ἀντιπάλων ἐγένοντο φάλαγγος, καὶ μετ' ἐκείνων βάλλουσιν οὓς ἀριστέας ὠνόμαζον. Οἱ δὲ ταῦτα ὁρῶντες τοὺς μὲν πολε μίους μισοῦσι, τοὺς δὲ αὐτομόλους θρηνοῦσι, τοῖς δ' ὑπὲρ τῶν ἀποστολικῶν πολεμουμένοις δογμάτων ἐπαρκεῖν ὀρρωδοῦσιν. Εἰ δὲ καὶ βιαιότερον αὐτοῖς οἱ προδεδωκότες ἐπίθοιντο, τάχα δὴ καὶ αὐτοὶ τῶν τοξευόντων γενήσονται, καὶ τῶν ὁμοπίστων οὐ φείσονται, ἀλλὰ κατὰ τούτων τοὺς καλάμους μετὰ τῶν ὑπὸ σφῶν κατηγορουμένων ὠθήσουσι· καὶ ταῦτα παρὰ τῆς θείας δεδιδαγμένοι Γραφῆς, ὡς τὸ μὲν ἀδικῆσαι τὸν πέλας τιμωρίας ὑπεύθυνον, τὸ δέ γε ἀδικηθῆναι τῶν μεγάλων καὶ διαρκῶν ἀντιδόσεων πρόξενον. Τῆς δὲ σῆς θεοσεβείας καὶ τὸν ὑπὲρ τῆς πίστεως ζῆλον καὶ τὴν περὶ ἡμᾶς εὔνοιαν οὗτος ὁ κλύ δων ἐπέδειξεν. Καὶ γὰρ δὶς ἡμῖν ἐπέστειλας, τῶν δεδιττο μένων καταφρονήσας, καὶ τὴν ἀδελφικὴν φιλοστοργίαν διὰ τῶν γραμμάτων ἐδήλωσας, καὶ οὓς ἔχεις ἀγῶνας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐμήνυσας. Γράψαι γὰρ ἡμᾶς ἐπέστει λας ἅπερ χρὴ περὶ τοῦ σωτηρίου πάθους καὶ φρονεῖν καὶ κηρύτ τειν. Ἐγὼ δὲ τὴν αἴτησιν ἀσπαστῶς ἐδεξάμην, καὶ ἃ παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς, καὶ παρὰ τῶν ταύτην ἡρμηνευ κότων Πατέρων, προθύμως ἐρῶ, οὐχ ἵνα διδάξω, ἀλλ' ἵνα τὴν τῷ Θεῷ φίλην ὑπομνήσω κεφαλήν. Ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς χρὴ πρὸ τῶν ἄλλων ἁπάντων εἰδέναι τὴν τῶν ὀνομάτων διαφοράν, καὶ πρὸς τούτῳ τῆς θείας ἐνανθρωπήσεως τὴν αἰτίαν. Τούτων γὰρ εὐκρινῶν γενομένων, οὐδεμία περὶ τοῦ πάθους ἀμφιβολία καταλειφθήσεται. Οὐκοῦν τοὺς ἀντιλέγειν πειρωμένους ἐρωτήσομεν πρότερον, τίνα μὲν τῆς ἐνανθρωπήσεως πρεσβύτερα τῶν ὀνομάτων τοῦ μονογε νοῦς Υἱοῦ τοῦ Θεοῦ, τίνα δὲ αὖ νεώτερα, μᾶλλον δὲ τῷ τῆς οἰκονομίας ἔργῳ συνεζευγμένα. Ἐροῦσι δὲ πάντως, ὡς τὸ Θεὸς, Λόγος, καὶ μονογενὴς Υἱός, καὶ Παντοκρά τωρ, καὶ Κύριος τῆς κτίσεως ἁπάσης, ἐστὶ πρεσβύ τερα· τὸ δὲ Ἰησοῦς Χριστός, τῆς ἐνανθρωπήσεως ἴδια. Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, Ἰησοῦς Χριστὸς ὠνομάσθη· Ἰδοὺ γάρ, φησί, τίκτε ται ὑμῖν σήμερον Χριστὸς Κύριος. Ἐπειδὴ γὰρ χριστοὶ καὶ ἄλλοι προσηγορεύθησαν, καὶ ἱερεῖς, καὶ βασιλεῖς, καὶ προφῆται, ἵνα μή τις αὐτὸν ὑπολάβοι ἐκείνοις προσόμοιον, συνέζευξαν οἱ ἄγγελοι τὸ Κύριος ὄνομα τῷ Χριστῷ, τὸ Δεσ ποτικὸν ἀξίωμα τοῦ τικτομένου δεικνύντες. Καὶ τῇ πανευ φήμῳ δὲ Παρθένῳ πάλιν ὁ Γαβριήλ· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. Πρὸ δέ γε τῆς ἐνανθρωπήσεως, οὔτε Χριστός, οὔτε Ἰησοῦς ὠνομάζετο. Καὶ γὰρ οἱ θεῖοι προφῆται τὰ ἐσόμενα προθεσπίζοντες ἐχρήσαντο ταῖς φωναῖς, ὥσπερ καὶ τὰ περὶ τῆς γεννήσεως, καὶ τοῦ σταυροῦ, καὶ τοῦ πάθους προηγόρευσαν, μηδέπω τῶν πραγμάτων γεγενημένων. Καλεῖ ται δὲ ὅμως καὶ μετὰ τὴν ἐνανθρώπησιν καὶ Θεὸς Λόγος, καὶ Κύριος, καὶ Παντοκράτωρ, καὶ μονογενὴς Υἱός, καὶ Ποιητής, καὶ Δημιουργός. Οὐ γὰρ τραπεὶς γέγονεν ἄνθρωπος, ἀλλὰ μένων ὅπερ ἦν ἔλαβεν ὅπερ ἐσμέν. Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, κατὰ τὸν θεῖον Ἀπόστολον, ἔλαβε τὴν τοῦ δούλου μορφήν. Τούτου δὴ χάριν, καὶ μετὰ τὴν ἐνανθρώ πησιν, καὶ ταῖς πρὸ τῆς ἐνανθρωπήσεως ὀνομάζεται κλήσε σιν, ἐπειδήπερ ἀναλλοίωτον ἔχει τὴν φύσιν καὶ ἄτρεπτον. Τὸ μέντοι πάθος ἡ θεία διηγουμένη Γραφή, οὐδαμοῦ τὸ Θεὸς τέθεικεν ὄνομα, ἐπειδὴ τῆς ἁπλῆς ἐστι φύσεως ὄνομα. Οὐδεὶς γὰρ ἀκούσας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ὅσα τούτοις προσόμοια, τὴν σάρκα φαίη ἂν πρὸ τῶν αἰώνων ὑπάρχειν, ἢ ὁμοουσίαν εἶναι τῷ τῶν ὅλων Θεῷ, ἢ δημιουργὸν γεγονέναι τῆς κτίσεως· ἀλλ' οἶδεν ὅτι ταῦτα τῆς θεότητος ἴδια. Οὔτε μὴν τοῦ Ματθαίου τις γενεαλογοῦντος ἀκούσας, τὸν Δαβὶδ καὶ τὸν Ἀβραὰμ κατὰ φύσιν ἂν ὑπολάβοι τοῦ Θεοῦ προγόνους· ἡ γὰρ προσληφθεῖσα φύσις ἐξ ἐκείνων κατάγεται. Ὥσπερ τοίνυν εὐκρινῆ ταῦτα καὶ ἀναμφίλεκτα καὶ τοῖς ἄγαν αἱρετικοῖς, καὶ ἴσμεν τὴν μὲν προαιώνιον, τὴν δὲ πρόσ φατον φύσιν, οὕτως εἰδέναι χρὴ τό τε τῆς σαρκὸς παθητόν, καὶ τὸ τῆς θεότητος ἀπαθές, οὐ διαιροῦντας τὴν ἕνωσιν, οὐ δὲ εἰς δύο μερίζοντας πρόσωπα τὸν Μονογενῆ, ἀλλ' ἐν τῷ ἑνὶ θεωροῦντας Υἱῷ τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ἐπὶ ψυχῆς καὶ σώματος, τῶν ὁμοχρόνων φύσεων καὶ φυσικῶς ἡνωμένων, τοῦτο ποιεῖν εἰώθαμεν, καὶ τὴν μὲν ψυχὴν καλοῦμεν ἁπλῆν, καὶ λογικήν, καὶ ἀθάνατον, καὶ ἀόρατον, τὸ δὲ σῶμα σύνθετον ὀνομάζομεν, καὶ παθητόν, καὶ θνητόν, καὶ τὴν ἕνωσιν οὐ διαι ροῦμεν, οὐδὲ διχῆ τὸν ἕνα τέμνομεν ἄνθρωπον· πολλῷ μᾶλλον ἐπὶ τῆς πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθείσης θεότητος, καὶ τῆς ληφθείσης ἐκ σπέρματος τοῦ Δαβὶδ ἀνθρωπότητος τοῦτο προσήκει ποιεῖν, καὶ σαφῶς εἰδέναι τῆς μὲν τὸ αἰώνιον καὶ ἀΐδιον, ἁπλοῦν τε καὶ ἀπερίγραφον, ἀθάνατον καὶ ἀναλλοίωτον, τῆς δὲ τὸ πρόσφατόν τε καὶ σύνθετον, καὶ περιγεγραμμένον, καὶ ῥευστόν, καὶ θνητόν. Εἰ γὰρ καὶ τὴν σάρκα νῦν ἀθάνατον ἴσμεν, καὶ ἄφθαρτον, ἀλλ' οὖν πρὸ τῆς ἀναστάσεως καὶ θανά του καὶ πάθους ἦν δεκτική· πῶς γὰρ ἄλλως προσηλώθη τῷ ξύλῳ, καὶ παρεδόθη τῷ τάφῳ; Εἰδότας δὲ ὅμως τῶν φύσεων τὸ διάφορον, τὸν ἕνα χρὴ προσκυνεῖν Υἱόν, καὶ τὸν αὐτὸν εἰδέναι Υἱὸν Θεοῦ καὶ Υἱὸν ἀνθρώπου, μορφὴν Θεοῦ καὶ μορ φὴν δούλου, υἱὸν Δαβὶδ καὶ Κύριον τοῦ Δαβίδ, σπέρμα Ἀβραὰμ καὶ ποιητὴν Ἀβραάμ. Ἡ γὰρ ἕνωσις κοινὰ ποιεῖ τὰ ὀνόματα, ἀλλ' οὐ συγχεῖ ταύτας τὸ τῶν ὀνομάτων κοινόν. Δῆλον γὰρ τοῖς εὖ φρονοῦσιν, ὅτι τὰ μὲν ὡς Θεῷ, τὰ δὲ ὡς ἀνθρώπῳ προσήκει. Οὕτω καὶ τὸ παθητὸν καὶ τὸ ἀπαθὲς ἁρμόττει τῷ Δεσπότῃ Χριστῷ. Πέπονθε μὲν γὰρ κατὰ τὸ ἀνθρώπειον, ἀπα θὴς δὲ μεμένηκεν ὡς Θεός. Εἰ δὲ κατὰ τὸν τῶν δυσσεβῶν λόγον κατὰ τὴν θεότητα πέπονθε, περιττὴ δήπουθεν τῆς σαρ κὸς ἡ ἀνάληψις. Οὐ γὰρ ἔχρῃζε τῆς παθητῆς ἀνθρωπότητος, τῆς θείας φύσεως δέξασθαι δυναμένης τὸ πάθος. Εἰ δὲ καὶ κατὰ τὸν αὐτῶν λόγον ἀπαθὴς ἡ θεότης, καὶ ἀληθὲς τὸ πάθος, μὴ ἀρνείσθωσαν τὸ πεπονθός, ἵνα μὴ ἀρνηθῶσι καὶ τὴν τοῦ πάθους ἀλήθειαν· ψευδὲς γὰρ τὸ πάθος οὐκ ὄντος τοῦ πάσχον τος. Ὅτι δὲ καὶ ἡ θεία Γραφὴ προφανῶς τοῦ σώματος κηρύτ τει τὸ πάθος, ῥᾴδιον τῷ βουλομένῳ τῶν ἱερῶν Εὐαγγελίων ἀναπτύξαι τὴν τετρακτύν, καὶ μαθεῖν ἐκεῖθεν, ὅπως Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας προσῆλθε τῷ Πιλάτῳ, καὶ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς ὁ Πιλάτος προσέταξε δοθῆναι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς ὁ Ἰωσὴφ καθεῖλεν ἀπὸ τοῦ ξύλου τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς ἐνείλησε τῇ σινδόνι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὡς τοῦτο κατέθηκεν ἐν τῷ καινῷ μνημείῳ. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συνέγραψαν, πολλάκις τοῦ σώματος μνημονεύ σαντες. Εἰ δὲ τὰ παρὰ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαρίαν εἰρημένα προφέρουσι· Δεῦτε βλέπετε ὅπου ἔκειτο ὁ Κύριος, ἀκουσάτωσαν τῆς τῶν Πράξεων ἱστορίας λεγούσης, ὅτι Συνεκόμισαν τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ σκοπείτωσαν, ὡς οὐ τὴν ψυχὴν τοῦ νικηφόρου Στεφάνου, ἀλλὰ τὸ σῶμα τῶν νομιζομένων ἠξίωσαν. Καὶ μέχρι δὲ τοῦ παρόντος, ἐν τοῖς τῶν καλλινίκων μαρτύρων εἰσιόντες σηκοῖς, ἐρωτᾶν εἰώθαμεν τίς ὁ ἐν τῇ θήκῃ καλεῖται· οἱ δὲ τἀληθὲς εἰδότες ἀποκρίνονται, ἢ Ἰουλιανὸν τυχὸν τὸν μάρτυρα, ἢ Ῥωμανόν, ἢ Τιμόθεον· καίτοι πολλάκις οὐδὲ τελείων τῶν σωμάτων κειμένων, ἀλλὰ σμικροτάτων λειψάνων· ἀλλ' ὅμως τῷ κοινῷ ὀνόματι καὶ τὸ σῶμα προσαγορεύομεν. Οὕτως ὁ ἄγγελος τοῦ Κυρίου τὸ σῶμα Κύριον προσηγόρευσεν, ἐπειδὴ σῶμα ἦν τοῦ τῶν ὅλων Κυρίου. Καὶ αὐτὸς δὲ ὁ Κύριος, οὐ τὴν ἀόρατον φύσιν, ἀλλὰ τὸ σῶμα δώσειν ὑπέσχετο ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· Ὁ γὰρ ἄρτος, φησίν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Κἀν τῇ τῶν θείων μυστηρίων παραδόσει λαβὼν τὸ σύμβολον ἔφη· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον, ἢ κλώμενον, κατὰ τὸν Ἀπόστολον. Καὶ οὐδαμοῦ περὶ πάθους διαλεχθεὶς τῆς ἀπαθοῦς ἐμνήσθη θεότητος. Χρὴ δὲ πρὸ τῶν ἄλλων ἁπάντων τοὺς ἀντιλέγειν ἐπιχει ροῦντας ἐρωτᾶσθαι, εἰ συνομολογοῦσι τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου προσειλῆφθαι τὴν ἀνθρωπείαν φύσιν, καὶ εἰ τὴν ἕνωσιν ἀσύγχυτον γεγενῆσθαί φασιν. Εἰ γὰρ ταῦτα συνομολογηθείη, καὶ τἄλλα κατὰ τάξιν προβήσεται, καὶ τὸ πάθος τῇ παθητῇ προσαρμοσθήσεται φύσει. Ταῦτα ἐν κεφαλαίῳ νῦν ὑπηγόρευσα καὶ τῆς ἐπιστολῆς ὑπερέβην τὸ μέτρον. Ἀπέστειλα δὲ καὶ ἣν πρώην ἔγραψα, προτραπεὶς ὑπὸ τοῦ θεοφιλεστάτου καὶ ἁγιω τάτου ἀνθρώπου τοῦ Θεοῦ τοῦ κυρίου... σύντομον διδασκαλίαν, ἱκανὴν οὖσαν καὶ αὐτὴν διδάξαι τὴν τῶν ἀποστολικῶν δογμά των ἀλήθειαν. Εἰ δὲ εὕροιμι καλλιγράφον, πέμψω σου τῇ ὁσιότητι καὶ ἃ διαλογικῶς συνέγραψα, τοὐτέστι κατ' ἐρώτησιν καὶ ἀπόκρισιν, καὶ τὸν λόγον εὐρύνας, καὶ ὀχυρώσας τὰ ἡμέ τερα ταῖς τῶν Πατέρων διδασκαλίαις. Ἀπέστειλα δὲ νῦν καὶ ὀλΐγας τῶν ἀρχαίων διδασκάλων χρήσεις, ἱκανὰς οὔσας δεῖξαι τὸν τῆς ἐκείνων διδασκαλίας σκοπόν. Ἀντιδοῦναι τοίνυν ἡμῖν, θεοφιλέστατε, καταξίωσον τὴν ἐπικουρίαν τῶν προσευχῶν, ἵνα τὸν χαλεπὸν διαπεράσωμεν κλύδωνα καὶ τῶν εὐστόμων τοῦ Σωτῆρος ἐπιτύχωμεν λιμένων.

Intertext edge

Open linked passage

Note