Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
132.1
ΛΟΓΓΙΝΩ ΑΡΧΙΜΑΝΔΡΙΤΗ ΔΟΛΙΧΗΣ. Καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον καὶ τὴν περὶ τὸν πέλας ἀγάπην ἔδειξεν ὑμῶν ἡ θεοσέβεια. Ἀμφότερα γὰρ ἐπὶ τοῦ παρόντος συνέζευκται. Ὑπὲρ γὰρ τῶν ἀποστολικῶν πολεμού μεθα δογμάτων, ἐπειδὴ τὸν πατρῷον οὐ προϊέμεθα κλῆρον, ἀλλὰ πᾶν ὁτιοῦν παθεῖν αἱρούμεθα μᾶλλον, ἢ μίαν κεραίαν ἐκ τῆς εὐαγγελικῆς πίστεως παριδεῖν συλουμένην. Κεκοινωνή κατε τοίνυν ἡμῖν τῶν παθημάτων, καὶ διὰ γραμμάτων ψυχα γωγήσαντες, καὶ πέμψαντες πρὸς ἡμᾶς τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους Ματθαῖον καὶ Ἰσαάκην τοὺς διακόνους· καὶ, εὖ οἶδα, ἀκούσεσθε παρὰ τοῦ δικαίου Κριτοῦ· Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Εἰ γὰρ καὶ ἡμεῖς εὐτελεῖς καὶ σμικροί, καὶ πολὺν ἁμαρτημάτων φόρτον περικείμενοι, ἀλλ' ὁ Δεσπότης φιλότιμός τε καὶ μεγαλόδωρος. Διά τοι τοῦτο οὐ τῶν μεγάλων, ἀλλὰ τῶν σμικρῶν μέμνηται, καί φησιν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν σμικρῶν τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε. Ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ὀρθοῖς διαπρέπετε δόγμασι, καὶ τῷ ἀξι επαίνῳ λάμπετε βίῳ, καὶ πολλὴν ἐντεῦθεν πρὸς τὸν Θεὸν ἔχετε παρρησίαν, ἐπαμύνατέ μοι ταῖς προσευχαῖς, ἵνα ἀντισχεῖν δυνηθῶ, κατὰ τὴν ἀποστολικὴν φωνήν, πρὸς τὰς μεθοδείας τῆς πλάνης, καὶ διαφύγω τὰς τοῦ ἀλάστορος πάγας, καὶ μετὰ σμικρᾶς παρρησίας ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ παραστῶ τῷ δικαίῳ Κριτῇ.