Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
137.1
ΚΥΡΩ ΜΑΓΙΣΤΡΙΑΝΩ. Λίαν ἤλγησα τὴν συμβᾶσαν ὑμῖν ἀθυμίαν μεμαθηκώς. Πῶς γὰρ οὐκ ἔμελλον τοῦτο πείσεσθαι, τὰ ὑμέτερα οἰκειούμενος, καὶ τῆς ἀποστολικῆς μεμνημένος νομοθεσίας, ἣ οὐ μόνον χαίρειν μετὰ χαιρόντων, ἀλλὰ καὶ κλαίειν μετὰ κλαιόντων παρεγγυᾶ; Καὶ αὐτὸ δέ γε τὸ πάθος ἱκανὸν εἰς συμπάθειαν καὶ τοὺς δυσμενεστάτους ἑλκύσαι. Τί γὰρ οὕτως ἀνιαρόν, ὡς ὁμοζύγου στερηθῆναι, ἐννόμως μὲν ἑλκυσάσης τὸν τοῦ γάμου ζυγόν, τῷ δὲ συνοίκῳ θυμήρη τὸν βίον ἐργασαμένης, καὶ τῆς οἰκίας τὰς φροντίδας μερισαμένης, καὶ τὰ μὲν ἔνδον οἰκουρη σάσης, τὰ δ' ἄλλα πάντα συγκυβερνησάσης· καὶ τὸ συνοίσειν μέλλον εἰσηγησαμένης καὶ ταῖς τοῦ ἀνδρὸς ὑποθημοσύναις εἰξάσης; Τὸ δὲ καὶ σὺν ταύτῃ τὸν ἐξ αὐτῆς φύντα, καὶ ἐπι μελῶς ἐκτραφέντα, καὶ λόγοις ἐνασκηθέντα, καὶ γηρωκόμον ἐλπισθέντα γενήσεσθαι, ἐν αὐτῷ τῷ ἦρι τῆς ἡλικίας, ἰούλων λοιπὸν καθερπόντων, παραδοῦναι τῷ τάφῳ, ποίας ἀχθηδόνος ὑπερβολὴν καταλείπει; Εἰ μὲν οὖν εἰς αὐτὴν ἀποβλέψαιμεν μόνην τοῦ πάθους τὴν φύσιν, οὐδεμίαν ψυχαγωγίαν εἰσδέχε ται. Εἰ δὲ τὸ θνητὸν τοῦ γένους εἰς νοῦν λάβοιμεν καὶ τὴν θείαν ψῆφον τὴν κατὰ τοῦ γένους ἐξενεχθεῖσαν, καὶ πρὸς τού τοις τὸ τοῦ πάθους κοινόν– πλήρης γὰρ τῶν τοιούτων παθη μάτων ὁ βίος– οἴσομεν γενναίως τὸ γεγονός, καὶ τὰς τῆς ἀθυμίας ἀποκρουσόμεθα προσβολάς, καὶ τὴν θαυμασίαν ἐκεί νην ᾄσομεν ὑμνῳδίαν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἡμεῖς δὲ καὶ πλείους ἔχομεν εἰς παραψυχὴν ἀφορμάς. Τὰς γὰρ τῆς ἀναστάσεως ἐλπίδας ἐναργῶς ἐδεξάμεθα καὶ τὴν τῶν τεθνεώτων προσμένομεν ἀναβίωσιν· καὶ πολλάκις ἀκηκόαμεν τοῦ Δεσπότου ὕπνον κεκληκότος τὸν θάνατον. Εἰ δὲ πιστεύο μεν, ὡσπεροῦν πιστεύομεν, ταῖς τοῦ Σωτῆρος φωναῖς, οὐ δεῖ θρηνεῖν τοὺς κοιμηθέντας, κἂν μακρότερος ᾖ τοῦ εἰωθότος ὃ ὕπνος. Ἀλλὰ προσδέχεσθαι μὲν χρὴ τὴν ἀνάστασιν· εἰδέναι δὲ ὡς σοφὸς ὢν τῶν ὅλων ὁ Πρύτανις, καὶ οὐ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκων σαφῶς, πρὸς τὸ συμφέ ρον ἰθύνει τὰ πράγματα. Τοῦτο δὴ καὶ σοφός τις εἰδὼς περὶ τῶν τοιούτων θανάτων φιλοσοφεῖ, καί φησιν· Ἡρπάγη πρὶν ἡ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Παραχωρήσωμεν τοίνυν, παρακαλῶ, τῷ σοφῷ τοῦ παντὸς Κυβερνήτῃ, καὶ στέρξωμεν τὰ οἰκονομούμενα, ὁποῖά ποτ' ἂν ᾖ, κἂν θυμήρη, κἂν λυπρά. Σύμφορα γὰρ ταῦτα καὶ λυσιτελῆ, καὶ φιλοσοφίας πρόξενα, καὶ στεφάνων τοῖς καρτεροῦσι παρεκτικά.

Intertext edge

Open linked passage

Note