Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
138.1
ΙΩΑΝΝΗ ΑΡΧΙΜΑΝΔΡΙΤΗ. Ὁ μὲν μακάριος Δαβὶδ ἕτερά τινα πεπλημμέληκεν, ἃ καὶ ἀνάγραπτα πεποίηκεν εἰς τὴν τῶν ὕστερον ἐσομένων ὠφέ λειαν ὁ σοφῶς ἅπαντα πρυτανεύων Θεός. Ἀβεσαλῶν δὲ ὁ πατραλοίας, καὶ μιαιφόνος, καὶ δυσσεβής, καὶ παμπόνηρος τύραννος, οὐκ ἐκείνων χάριν τὴν κατὰ τοῦ πατρὸς ἀνεδέξατο λύτταν· ἀλλὰ τῆς τυραννίδος ἐπιθυμήσας, τὸν ἀδικώτατον ἐκεῖνον προείλετο πόλεμον. Ὁ μέντοι θεῖος Δαβίδ, καὶ τούτων οὕτω γιγνομένων, τῆς εἰργασμένης ἀνεμιμνῄσκετο πλημμε λείας. Κἀγὼ τοίνυν ἕτερα μέν τινα ἐμαυτῷ σύνοιδα πλημμε λήματα, τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκαλίαν ἀκραιφνῆ διετήρησα. Οἱ δέ, καὶ τοὺς θείους καὶ τοὺς ἀνθρω πείους πατήσαντες νόμους, καὶ ἀπόντας ἡμᾶς κατακρίναντες, οὐχ ὑπὲρ ὧν ἡμάρτομεν τὴν ψῆφον ἐξήνεγκαν· οὐ γὰρ ἦν αὐτοῖς δῆλα τὰ κεκρυμμένα· ἀλλὰ ψευδολογίαν καὶ συκοφαν τίαν ὕφηναν καθ' ἡμῶν, μᾶλλον δὲ τοῖς ἀποστολικοῖς δόγμασι προφανῶς πολεμοῦντες, τὸν ἐκείνοις ἑπόμενον ἀπεκήρυξαν. Ἀλλ' ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ διήλεγξε τοὺς ἐχθροὺς αὐτοῦ, καὶ ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Καὶ τὰ μὲν κίβδηλα καὶ νόθα διεσκέδασε δόγματα, ἃ δὲ παρέδωκεν ἡμῖν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, σὺν παρρησίᾳ κηρύττεσθαι παρεσκεύασεν. Ἡμῖν δὲ ταῦτα εἰς τελείαν ἀρκεῖ θυμηδίαν. Οὐδὲ γὰρ πόλεως ἐπιθυμοῦμεν, ἐν ᾗ μοχθοῦντες τὸν ἅπαντα διατετελέκαμεν χρόνον· ἀλλὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν ποθοῦμεν κρατυνομένην ὁρᾶν. Τοῦτον δὲ ἡμῶν τὸν πόθον ὁ Δεσπότης πεπλήρωκεν. Διὰ τοῦτο γαννύμεθα καὶ γεγήθαμεν καὶ τὸν μεγαλόδωρον Κύριον ὑμνοῦμεν, καὶ τὴν ὑμε τέραν θεοσέβειαν τοῦτο σὺν ἡμῖν παρακαλοῦμεν ποιεῖν, καὶ ὑμνοῦντας ἱκετεῦσαι σπουδαίως, ἵνα καὶ τοὺς νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντας, καὶ πρὸς τοὺς καιροὺς μεταβαλλομέ νους, καθάπερ οἱ χαμαιλέοντες τὴν τῶν φύλλων μεταμφιέσ κονται χρόαν, ὁ φιλάνθρωπος βεβαιώσῃ Κύριος, καὶ ἐπὶ τῆς πέτρας ἐρείσῃ, καὶ δοίη πάντων προτιμᾶν τὴν ἀλήθειαν. 139 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἡμεῖς μὲν ἣν ἐλάχομεν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα καὶ τοὺς ὀνησιφόρους αὐτῆς καὶ ἡδίστους τρυγῶμεν καρπούς. Ὁ δὲ φιλόχριστος ἡμῶν βασιλεύς, τῆς εὐσεβείας καρπὸν τὴν βασιλείαν δρεψάμενος, ἀπαρχὰς τῆς βασιλείας τῷ δοτῆρι τῆς βασιλείας προσήνεγκεν τῶν χειμαζομένων Ἐκκλησιῶν τὴν γαλήνην, τὸ τῆς πολεμηθείσης πίστεως κράτος, τῶν εὐαγγε λικῶν δογμάτων τὴν νίκην. Προστέθεικε δὲ τούτοις τῆς ἡμε τέρας ἀδικίας τὴν ἴασιν. Τίς γὰρ τοιαύτην ἢ τοσαύτην ἀδι κίαν ἀκήκοε πώποτε; Τίς ἀπὼν ἀνδροφόνος κατεδικάσθη; Τίς γάμων ἐπίβουλος μὴ παρὼν κατεκρίθη; Τίς τοιχωρύχος, ἢ τυμβωρύχος, ἢ γόης, ἢ ἱερόσυλος, ἢ ἄλλο τι τῶν τοῖς νόμοις ἀπειρημένων τολμήσας, δραμεῖν μὲν εἰς τὸ δικαστήριον ἐπει γόμενος ἐκωλύθη, ἀνῃρέθη δὲ πόρρωθεν ὢν τῇ τοῦ δικάζοντος ψήφῳ; Ἀλλ' ἐπ' ἐκείνων μὲν γέγονε τοιοῦτον οὐδέν· οἱ γὰρ νόμοι κελεύουσι πλησίον ἀλλήλων πρὸ τοῦ δικάζοντος ἑστάναι καὶ τὸν διώκοντα καὶ τὸν φεύγοντα, καὶ τοὺς προφανεῖς ἐλέγχους ἀναμένειν τὸν δικαστήν, καὶ τηνικαῦτα λοιπὸν ἢ ὡς ἀθῷον ἀφιέναι, ἢ κολάζειν ὡς ὑπεύθυνον ταῖς γραφαῖς. Ἐφ' ἡμῶν δὲ πᾶν τοὐναντίον συνέβῃ. Τὰ βασιλικὰ μὲν γὰρ ἡμᾶς γράμματα καταλαβεῖν τὴν πολυθρύλητον ἐκείνην ἐκώλυσε σύν οδον· οἱ δὲ δικαιότατοι δικασταὶ τὸν ἀπόντα κατέκριναν, οὐ δικάσαντες, μᾶλλον δὲ καὶ λίαν ἐπαινέσαντες τὰ δῆθεν εἰς κατηγορίαν ἡμῶν ἐπιδοθέντα συγγράμματα. Καὶ οὔτε θεῖος νόμος, οὔτε ἀνθρώπων αἰδὼς διεκώλυσε τὴν σφαγήν. Ἀλλὰ προσέταττε μὲν ὁ πρόεδρος, προέμενος τὴν ἀλήθειαν, καὶ τὴν δυναστείαν θεραπεύων τὴν πρόσκαιρον· ὑπήκουον δὲ οἱ ταὐτὰ ἡμῖν φρονοῦντες, καὶ τῶν δογμάτων κοινωνοῦντες, καὶ τὰ ἡμέτερα ἐπὶ πλεῖστον θαυμάσαντες. Ἀλλ' ὅμως ὁ χαλεπὸς ἐκεῖνος καιρὸς τῶν μὲν τὴν προδοσίαν, τῶν δὲ τὴν δειλίαν διήλεγξεν· ἡμῖν δὲ παρέσχεν ἀφορμὴν παρρησίας τὰ ὑπὲρ τῆς ἀληθείας παθήματα. Καὶ κεχάρισται ἡμῖν ὁ Δεσπότης Χριστὸς οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· χάρισμα γάρ ἐστι μέγιστον, τὰ ὑπὲρ τοῦ Δεσπότου παθήματα. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ τῶν μεγάλων ταῦτα θαυμάτων προτίθησιν. Ἐπὶ τούτοις κἀγὼ σεμνυνόμενος ὁ χαμαιπετής, καὶ σμικρός, καὶ μηδεμίαν ἔχων ἄλλην καυχήματος ἀφορμήν, τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, τὰς εὐχαριστηρίους φωνὰς ὑπὲρ τῆς ἐμῆς εὐτελείας τῷ φιλοχρίστῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, τῇ τῶν καλῶν διδασ κάλῳ, ὅτι τοιούτοις δώροις τὸν μεγαλόδωρον Δεσπότην ἠμεί ψαντο, καὶ τῆς βασιλείας ὑποβάθραν καὶ κρηπῖδα τὸν ὑπὲρ τῆς εὐσεβείας ἐποιήσαντο ζῆλον. Πρὸς δὲ τούτοις καὶ ἱκε τεύσατε αὐτῶν τὴν θεοφιλῆ κορυφήν, τέλος ἐπιθεῖναι τοῖς ὁρισθεῖσι καλῶς, καὶ συναγαγεῖν σύνοδον, μὴ πάλιν ταραχο ποιῶν καὶ συγκλύδων ἀνθρώπων πεπληρωμένην, ἀλλὰ τούτων μὲν πάντων κεχωρισμένην, κρινόντων δὲ τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμένων καὶ πάντων ὁμοῦ τῶν ἀνθρωπίνων τὴν ἀλήθειαν προτιμώντων. Εἰ δὲ βούλεται αὐτῶν τὸ κράτος τὴν παλαιὰν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις εἰρήνην, ἀντιβολήσατε αὐτῶν τὴν εὐσέβειαν παρεῖναι τοῖς πραττομένοις, ἵνα τοὺς τἀναντία προαιρουμένους τῇ παρουσίᾳ δεδίξηται, καὶ μηδὲν ἀντίπαλον ἡ ἀλήθεια ἔχῃ· ἀλλ' αὐτὴ καθ' αὑτὴν ἐξετάζῃ τῶν πραγμάτων τὴν φύσιν, καὶ τὸν τῶν ἀποστολικῶν δογμάτων χαρακτῆρα. Ταῦτα δὲ ἐξαιτῶ παρὰ τῆς ὑμετέρας μεγαλοφυΐας, οὐχ ὡς τὴν Κύρρον πάλιν ἰδεῖν ποθῶν– οἶδε γὰρ ὑμῶν τὸ μέγεθος τῆς πολίχνης τὴν ἐρημίαν, ἧς ἀμηγέπη τὸ εἰδεχθὲς κατεκρύψαμεν ταῖς τῶν παντοδαπῶν οἰκοδομημάτων πολυτελείαις–, ἀλλ' ἵνα δειχθῇ καὶ τὰ παρ' ἡμῶν κηρυττόμενα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, καὶ νόθα καὶ κίβδηλα τὰ τῶν ἐναντίων εὑρέματα. Τούτου γὰρ γενομένου– σὺν Θεῷ δὲ εἰρήσθω– τὰς λειπομένας ἡμέρας σὺν εὐθυμίᾳ βιώσομεν ἔνθα ἂν ἡμᾶς διάγειν ὁ Δεσπότης κελεύσῃ. Πρέπει δὲ ὑμῖν εὐσεβείᾳ συντε θραμμένοις, καὶ τῆς ἀρετῆς κεκτημένοις τὸν πλοῦτον, τόνδε τὸν ζῆλον ἀναλαβεῖν, καὶ προθυμίαν ἔχοντας, καὶ τὸν εὐσε βέστατον βασιλέα, καὶ τὴν φιλόχριστον Αὐγούσταν, ταῖς παρακλήσεσι προθυμοτέρους ἐργάσασθαι, ἵνα τῷ ἀξιεπαίνῳ ζήλῳ τὴν πανεύφημον αὐτῶν βασιλείαν κρατύνωσιν.

Intertext edge

Open linked passage

Note