Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
ΚΥΡΩ. Τὴν μὲν Λέσβον ἀκούω τὴν νῆσον καὶ τὰς ἐν αὐτῇ πόλεις, τήν τε Μιτυλήνην καὶ Μήθυμναν, καὶ τὰς ἄλλας· ἠγνόουν δὲ τὸν τῆς ἐν ἐκείνῃ τρεφομένης ἀμπέλου καρπόν. Νῦν δὲ τοῦτον διὰ τῆς σῆς φιλοπονίας μεμάθηκα· καὶ θαυμάζω τό τε τοῦ εἴδους λευκὸν καὶ γεύσεως τὸ λεπτόν· τὴν δὲ ἡδονὴν ὁ χρόνος ἴσως προσθήσει, εἰ μὴ τροπίαν ἐργάσαιτο. Λωβᾶται γὰρ καὶ οἴνοις, ὥσπερ αὖ καὶ σώμασι καὶ φυτοῖς καὶ οἰκοδομαῖς καὶ τοῖς ἄλλοις χειροποιήτοις. Ἐμοὶ δὲ ἄχρηστός ἐστι παντελῶς, εἴγε πολυχρονίους κατὰ τὸν σὸν λόγον ποιεῖν τοὺς πίνοντας πέφυκεν. Μακρῶν γὰρ ἔγωγε χρόνων οὐκ ἐραστής· ἐπειδὴ πολλὰ καὶ χαλεπὰ τοῦ βίου τὰ κλυδώνια· μᾶλλον δὲ ἥσθην τοῦ μονάζοντος τὴν ὑγίειαν μαθών. Τῷ ὄντι μὲν γὰρ εἶχον καὶ ταύτην με νύττουσαν τὴν φροντίδα· τῶν δὲ ἰατρῶν οὐκ ἐν δίκῃ κατηγόρουν. Τοιαύτης γὰρ τὸ πάθος θεραπείας ἐδεῖτο. Ἀπέ στειλά σου τῇ εὐγενείᾳ σταμνίον μέλιτος, οἷον αἱ Κίλισσαι μελιττουργοῦσι μέλιτται, τοῦ στύρακος περισυλῶσαι τὰ ἄνθη.

Intertext edge

Open linked passage

Note