Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
140.1
ΑΣΠΑΡΙ ΥΠΑΤΙΚΩ ΚΑΙ ΠΑΤΡΙΚΙΩ. Ἔδει καὶ τοῦτο τοῖς ἄλλοις τῆς ὑμετέρας ἀνδρίας κατορθώ μασι προστεθῆναι, τὸ τὸν εὐσεβέστατον ἡμῶν καὶ φιλόχριστον βασιλέα, ὃν ἡ θεία χάρις ἐπ' εὐεργεσίᾳ τῶν ἀρχομένων ἀν έδειξε, διὰ τῆς ὑμετέρας μεγαλοφυΐας μαθεῖν τὴν τῆς καθ' ἡμῶν ἀδικίας ὑπερβολὴν καὶ λῦσαι νόμῳ νόμον δικαίῳ τὸν οὐ τοιοῦτον. Εἰ γὰρ καὶ ἡμεῖς, ὑπὸ τῆς θείας ἐρειδόμενοι Προ μηθείας, ἀφορμὴν ἀγαθῶν ἐποιήσαμεν τὴν νομισθεῖσαν τιμω ρίαν, καὶ τὴν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα· ἀλλ' οὖν ἄδικα πεπόνθαμεν καὶ παράνομα, οὐδὲν μὲν πεπλημμεληκότες ὧν ἐσυκοφάντησαν ἡμᾶς οἱ τῆς ἀληθείας ἐχθροί, τὰ δὲ τῶν τὰ μέγιστα τετολμηκότων πεπονθότες δεινά· μᾶλλον δὲ καὶ τού των ὑπέστημεν χαλεπώτερα. Ἀκρίτως γὰρ καὶ ἐκρίθημεν, καὶ ἀπόντες κατεδικάσθημεν· καὶ βασιλικοῖς γράμμασι κωλυ θέντες καταλαβεῖν τὴν Ἔφεσον, τὴν δικαιοτάτην τῶν ἱερῶν δικαστῶν ἐδεξάμεθα ψῆφον. Ἀλλὰ ταῦτα πάντα λέλυκεν ὁ γαληνότατος βασιλεύς, διὰ τὴν τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδήν. Ἐγὼ δὲ ἀδικεῖν νομίσας εἰ σιγήσαιμι καὶ μηδὲ χάριν ὁμολογήσαιμι, ἐπὶ τάδε ἦλθον τὰ γράμματα, δι' ὧν τὸ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὰς ὑπὲρ ἡμῶν εὐφημίας καὶ τῷ νικηφόρῳ καὶ φιλοχρίστῳ βασιλεῖ προσενεγκεῖν, καὶ τῇ θεοφι λεστάτῃ καὶ εὐσεβεστάτῃ Αὐγούστῃ· ὑπὲρ ὧν εἰς δύναμιν τὸν ἀγαθὸν ἱκετεύω Δεσπότην, ὥστε αὐτῶν βεβαίαν φυλάξαι τὴν βασιλείαν, τῶν μὲν ὑπηκόων φιλανθρώπως προμηθουμένην, τοὺς δὲ πολεμίους δεδιττομένην, καὶ τὴν ἀξιέπαινον εἰρήνην πρυτανεύουσαν ἅπασιν. Ἱκετεῦσαι δὲ αὐτοὺς παρακληθήτω τὸ ὑμέτερον μέγεθος, δοῦναι λύσιν τελείαν τῷ τῆς Ἐκκλησίας χειμῶνι, καὶ κελεῦσαι συναθροισθῆναι σύνοδον, μὴ πάλιν τῶν θορυβεῖν εἰωθότων τὸ συνέδριον ταραττόντων, ἀλλὰ μεθ' ἡσυ χίας τῶν τὰ θεῖα πεπαιδευμένων· τὰ μὲν ἀποστολικὰ δόγματα βεβαιούντων, ἀποκρινόντων δὲ τὰ νόθα καὶ τῆς ἀληθείας ἀλλό τρια· ἵνα καὶ τὸ ἐντεῦθεν δρέψηται κέρδος τὸ ὑμέτερον μέγε θος.

Intertext edge

Open linked passage

Note